Ancient Greek · ~2 min
νδ΄.
Euclid, Opticorum recensio Theonis νδ΄.
Not analysed yet
Τοῦ ὄμματος παραφερομένου τὰ πόρρω τῶν ὁρωμένων καταλείπεσθαι δόξει. ἔστω γὰρ ὄμμα τὸ Β, ἀφʼ οὗ ἤχθωσαν ἀκτῖνες α ΒΓ, Β∠, Β Ζ, ὁρώμενα δὲ τὰ Κ, Λ. οὐκοῦν τοῦ ὄμματος παραφερομένου πρὸς τοῖς Γ μέρεσι θᾶττον παρελεύσονται αἱ ὄψεις τὸ Κ ἤπερ τὸ Λ. δόξει ἄρα τὸ Κ ὑπολείπεσθαι, τὸ δὲ Λ εἰς τοὐναντίον φέρεσθαι, τουτέστιν ὡς ἐπὶ τὰ πρὸς τῷ Ζ μέρη.