Ancient Greek · ~1 min
Book 1, Type comm_not
Euclid, Στοιχεῖα 1-2
Not analysed yet
τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. καὶ ἐὰν ἴσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν ἴσα. καὶ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενά ἐστιν ἴσα. καὶ τὰ ἐφαρμόζοντα ἐπʼ ἄλληλα ἴσα ἀλλήλοις ἐστίν. καὶ τὸ ὅλον τοῦ μέρους μεῖζον . καὶ δύο εὐθεῖαι χωρίον οὐ περιέχουσιν.