Ancient Greek
101.3
Eudemus, Fragmenta 101.3
Unproofread scanNot analysed yet
εἰ ἔστιν ἐξ ἡμερῶν μέγεθος, ἔσται γραμμὴ γραμμῆς στιγμῇ μείζων. ἀλλ᾽ εἰ τοῦτο, ἢ οὐ διαιρεθήσεται πᾶσα γραμμὴ δίχα, ἢ εἰ διαιρεθήσεται, καὶ ἢ ἐκ περισσῶν συνεχείμένη διαιροῖτο ἂν. οὕτω δ᾽ ἂν εἴη καὶ τὸ σημεῖον διαιρούμενον. ἔτι εἰ ὅλως γραμμὴ γραμμῆς σημείῳ μείζων, καὶ κύκλος ἂν εἴη κύκλου, ὥστε ὁ μὲν ἐξ ἀρτίων, ὁ δὲ ἐκ περισσῶν. ἢ οὖν τὸν ἐκ περισσῶν οὐ διαιρήσομεν εἰς ἡμικύκλια, ἢ τὸ σημεῖον δίχα διαιρήσομεν.