Ancient Greek
106.3
Eudemus, Fragmenta 106.3
Unproofread scanNot analysed yet
Aristoteles VI, 6. p. 236 b, 19. ἐπεὶ δὲ τὸ μεταβάλλον ἅπαν ἐν χρόνῳ μεταβάλλει, λέγεται δ' ἐν χρόνῳ μεταβάλλειν καὶ ὡς ἐν πρώτῳ καὶ ὡς καθ' ἕτερον οἷον ἐν τῷ ἐνιαυτῷ ὅτι ἐν τῇ ἡμέρᾳ μεταβάλλει, ἐν φ' πρώτῳ χρόνῳ μεταβάλλει τὸ μεταβάλλον, ἐν ὅτῳδὲ ἀνάγκη τούτου μεταβάλλειν. δῆλον μὲν οὖν καὶ ἐκ τοῦ ὁρισμοῦ (τὸ γὰρ πρῶτον οὕτως ἐλέγομεν), οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶνδε φανερὸν. ἔστω γὰρ ἐν φ' πρώτῳ κινεῖται τὸ κινούμενον ἐφ' οὐ XP καὶ διηρήσθω κατὰ τὸ K. πῶς γὰρ χρόνος διαιρετός. ἐν δὴ τῷ XK χρόνῳ ἤτοι κινεῖται ἢ οὐ κινεῖται, καὶ πάλιν ἐν τῷ KP ὡσαύτως. εἰ μὲν οὖν ἐν μηδετέρῳ κινεῖται, ἡρεμοῖ ἄν ἐν τῷ παντί· κινεῖσθαι γὰρ ἐν μηδενὶ τῶν τούτου κινούμενον ἀδύνατον. εἰ δ' ἐν ἑτέρῳ μόνῳ κινεῖται, οὐκ ἂν ἐν πρώτῳ κινεῖτο τῷ XP· καθ' ἕτερον γὰρ ἡ κίνησις. ἀνάγκη ἄρα ἐν ὅτῳδὲ τοῦ XP κεκινῆσθαι.