Ancient Greek
107.1
Eudemus, Fragmenta 107.1
Unproofread scanNot analysed yet
πῶς ἔσται τὸ πρῶτον ἐν ᾧ μετέβαλλεν; ἐν ᾧ μὲν γὰρ ἐπετελέσθη, ἔστι· πέρας γὰρ ἐν τούτῳ. τὸ δὲ τέλος ἢ τὸ πρῶτον πλεοναχῶς λέγεται, ἕνα μὲν τρόπον ἐν ᾧ ἀτόμῳ. τοῦτο δὲ ἐπὶ μὲν τοῦ μεταβεβληκέναι ἔστιν, ἐπειδή ἔστι μεταβεβληκέ-ναι ἐν ἀτόμῳ· ἐπὶ δὲ τοῦ ἡρεμεῖν καὶ μεταβάλλειν οὐχ ἔστιν, ἐπειδή οὔτε κινεῖται, οὔτε ἡρεμεῖ ἐν ἀτόμῳ. ἐν ᾧ δὲ πρώτῳ κινεῖται, ἔστιν ὥσπερ εἴρη-ται. οὐ μὴν ἐν τινι, ἀλλ’ ὁμοίως ἐν παντί· λέγομεν γὰρ ὅτι ἐν τῷ μηνὶ τῷ Ὀλυμπικῷ ἐξέλιπεν ὁ ἥλιος, ὅτι τῇ νουμηνίᾳ, καὶ τῇ νουμηνίᾳ δὲ ὅτι ἐν τινι μορίῳ ταύτης, ἐν τῷδε δὲ τῷ μορίῳ οὐκέτι οὔτε ἐν ἄλλῳ, ἀλλ’ ὅτι ἐν ὅτφoὺν τούτου. ἀλλὰ τοῦτο μεριστόν, ὥστε πρότερον ἐν τῷ προτέρῳ. πρό-τερον γὰρ τὸ μέρος ἐν τῷ μέρει. ἀλλ’ ἡ ὅλη ἐν τῷ ὅλῳ χρόνῳ, ὥστε ἐν τούτῳ πρώτῳ ἐξέλιπεν ὡς ἐν ὅλῳ χρόνῳ. χρόνος μὲν οὖν οὐχ ἔστι πρῶ-τος ἐπειδή πᾶς μεριστός. ἐν ᾧ δὲ πρώτῳ ἐκι-νεῖτο ἢ ἄλλο τι ἐπάσχειν, ἔστιν, ἐπειδή ἐν χρόνῳ τὰ τοιαῦτά ἐστι, καὶ ἐν τινι οὕτως ὥστε ἐν ὅτφoὺν γίνεται αὐτοῦ. τοῦτο δὲ λέγει τὸ ἐν πρώτῳ.