Ancient Greek
112.4
Eudemus, Fragmenta 112.4
Unproofread scanNot analysed yet
μεταβολὴν καὶ κίνησιν καθ’ ἣν ἐγένετο τὸ δυνατόν κινηθῆναι ἢ κινῆσαι. εἰ δ’ ὄντα προϋπῆρχεν ἀεὶ κινήσεως μὴ οὖσης, ἄλογον μὲν φαίνεται καὶ αὐτόθεν ἐπιστήσασιν. οὐ μὴν ἀλλὰ μᾶλλον ἔτι προιοῦσι τοῦτο συμβαίνειν ἀναγκαῖον. εἰ γὰρ τῶν μὲν κινητῶν ὄντων τῶν δὲ κινητικῶν οὐδὲ μὲν ἐσται τι πρῶτον κινοῦν, τὸ δὲ κινούμενον, οὐδὲ δ’ οὐδέν, ἀλλ’ ἡρεμεῖ, ἀναγκαῖον τοῦτο μεταβάλλειν πρότερον· ἢν γὰρ τι αἴτιον τῆς ἡρεμίας· ἢ γὰρ ἡρέμησις στέρησις τῆς κινήσεως, ὥστε πρὸ τῆς πρώτης μεταβολῆς ἐσται μεταβολὴ προτέρα.