Ancient Greek
117.1
Eudemus, Fragmenta 117.1
Unproofread scanNot analysed yet
σιν οἱ λόγοι· καὶ γὰρ καὶ ὁ ἥδη ῥηθεὶς ἀπὸ τοῦ κινοῦντος ἐπεχειρήθη λέγων· ἡ γὰρ οὐ δι’ ἑαυτὸ τὸ κινοῦν, ἀλλὰ δι’ ἑτερον ἡ κινεῖ τὸ κινοῦν, ἢ δι’ ἑαυτὸ· ἀλλ’ ἢ διαφέρει τὸ δι’ ἑαυτὸ κινεῖν τοῦ ἑαυτῷ κινεῖν, καὶ τὸ δι’ ἕτερον τοῦ ἄλλω, ταύτῃ διενεγκόχασιν οἱ λόγοι· διαφέρει δὲ ταῦτα τῷ τὸ μὲν δι’ ἑαυτὸ κινοῦν ὡς ἐν αὐτῷ τὴν ἀρχὴν τῆς κινήσεως ἔχον κινεῖν, τὸ δὲ αὐτῷ κινοῦν ὡς προσεχῶς ἐφαπτόμενον τοῦ κινουμένου τὴν ἀρχὴν τῆς κινήσεως ἐν αὐτῷ ἔχον. τοῦτο γὰρ σημαίνει τὸ ῥηθὲν ὑπ’ αὐτοῦ· οἷον ἄνθρωπος ἢ αὐτὸς ἢ τῇ βακτηρίᾳ, καὶ ὁ ἄνεμος κατέβαλεν ἢ αὐτὸς ἢ ὁ λίθος ἤν ἔωσεν. ὥσπερ οὖν πρότερον τὸ δι’ ἕτερον κινοῦν ἀνηγαγεν εἰς τὸ δι’ ἑαυτὸ κινοῦν καὶ ἔδειξεν ὅτι ἐὰν ἢ τὸ δι’ ἕτερον κινοῦν, ἀνάγκη τὸ δι’ ἑαυτὸ κινοῦν προϋπάρχειν, οὕτως τὸ φ κινεῖ τὸ κινοῦν μέσον ἢν τοῦ τε πρώτου κινοῦντος καὶ τοῦ ἐσχάτου κινουμένου ἀνάγει εἰς τὸ αὐτῷ κινοῦν, καὶ δεῖκυσιν ὅτι ὅταν τινὶ κινῇ ἀεὶ ἕτερον, ἀνάγκη εἶναι πρότερον τὸ αὐτὸ ἑαυτῷ κινοῦν, ὃ καὶ τὴν ἀρχὴν ἐν ἑαυτῷ τῆς κινήσεως ἔχει καὶ προσεχέζ ἐστι τῷ κινουμένῳ καὶ οὐ δι’ ἄλλου αὐτὸ κινεῖ. τοὺς μὲν οὖν λόγους οὕτως οἶμαι χρή διακρίνειν τοῦ Εὐδόξου καὶ συνάψαντος αὐτῶς ἐν οἷς φησὶ το δι’ κινοῦν ἢ δι’ αὐτὸ κινεῖ ἢ δι’ ἄλλο, καὶ ἑαυτῷ ἢ ἄλλω.