Ancient Greek
127.3
Eudemus, Fragmenta 127.3
Unproofread scanNot analysed yet
Porphyrius in h. l. pag. 287 (Joan. Wallis opera tom. III.) . τῶν διαμερέσεων τῶν πρὸς ἀλλήλα σχέσιν ἔχόντων φθόγγων τοιαύτης γενομένης καὶ τοῦ ἐκ τῆς αἰσθήσεως κρίσιν ἔχουσι, προσαρμωστέον φησὶ καὶ τὴν παλαιῶν τοῦ λόγου ἀκριβείαν ταῖς ἀπὸ τῆς αἰσθήσεως δοθείσαις διαφοραῖς, ἔνθα καὶ τὰ περὶ τῶν Πυθαγορείων παραληπτέον, ὡς ἰκανῶς τὸ ἀκριβὲς ἔχοντα, καὶ ἀρχτέον γε καθάπερ ἐκεῖνοι ἀνωθεν ἀπὸ τῆς ἰσότητος τῶν ἀριθμῶν. ἢν δὲ ἀποδοτέον καὶ τὸν λόγον τὸν κατ’ αὐτὴν προσαρμωστέον τοῖς ἰσοτόνοις. ἐκείνων μὲν οὖν οἱ πλείους οὐ μόνον ἀπὸ τῆς ἰσότητος ἤρχοντο, ἀλλὰ καὶ ἀπὸ τοῦ πυθμένου ἀριθμοῦ· τῆς ἰσότητος δὲ ἀπλῶς τοὺς ἴσους ἀριθμοὺς ἀποδοτέον φησὶ τοῖς ἰσοτόνοις φθόγγοις, τοὺς δὲ ἀνίσους τοῖς ἀνισοτόνοις· ὅτι γὰρ διὰ τῶν πυθμένων τὰ κατὰ τὰς συμφωνίας ἀπεδείκνυσαν, δηλοῖ