Ancient Greek
132.1 to 132.6
Eudemus, Fragmenta 132.1-6
Unproofread scanNot analysed yet
ποιοῦμενοι τὰς ζητήσεις. Ἑρμότιμος δὲ ὁ Κολοφώνιος τὰ ὑπ’ Εὐδόξου προηυπορημένα καὶ Θεατήτου προήγαγεν ἐπὶ πλέον καὶ τῶν στοιχείων πολλὰ ἀνεῦρε καὶ τῶν τόπων τινὰ συνέγραψεν. Φίλιππος δὲ ὁ Μεδμαῖος Πλάτωνος ὢν μαθητὴς καὶ ὑπ’ ἐκείνου προτραπείς εἰς τὰ μαθήματα καὶ τὰς ζητήσεις ἐποιεῖτο κατὰ τὰς Πλάτωνος ὑφηγήσεις καὶ ταῦτα προὔβαλλεν ἑαυτῷ ὅσα ᾤετο τῇ Πλάτωνος φιλοσοφίᾳ συντελεῖν. οἱ μὲν οὖν τὰς ἱστορίας ἀναγράψαντες μέχρι τούτου προάγουσι τὴν τῆς ἐπιστήμης ταύτης τελείωσιν, οὐ πολλὸν δὲ τούτων νεώ- 10 τερόν ἐστιν Εὐκλείδης. Euclid. I. 15. ἐὰν δύο εὐθεῖαι τέμνωσιν ἀλλήλας. τὰς κατὰ χορφυὴν γωνίας ἴσας ἀλλήλαις ποιήσουσι. Proclus p. 79. τοῦτο τοίνυν τὸ θεώρημα δείκνυσιν ὅτι δύο εὐθειῶν ἀλλήλας τεμνουσῶν αἱ κατὰ χορφυὴν γωνίαι ἴσαι εἰσίν, 15 εἰρημένον μὲν ὡς φησιν Εὐδῆμος ὑπὸ Θαλοῦ πρώτου, τῆς δὲ ἐπιστημονικῆς ἀποδείξεως ἡξιωμένον παρὰ τῷ στοιχειωτῇ. Euclid. I. 28. πρὸς τῇ δοθείσῃ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῇ δοθείσῃ εὐθύγραμμῳ γωνίᾳ ἴσην γωνίαν εὐθύγραμμον συστήσασθαι.