Ancient Greek
133.2 to 133.4
Eudemus, Fragmenta 133.2-4
Unproofread scanNot analysed yet
Proclus p. 92. . . τοσαῦτα καὶ πρὸς τὴν τῶν προκειμένων ἀκρίβειαν ὁ Πορφύριος ἡμῖν συμβάλλεται, Εὐδήμος δὲ ἐν ταῖς γεωμετρικαῖς ἱστορίαις εἰς Θαλῆν τοῦτο ἀνάγει τὸ θεώρημα. τὴν γὰρ τῶν ἐν θαλάττῃ πλοίων ἀπόστασιν, δι’ οὗ τρόπου φασιν αὐτὸν δεικνύναι, τούτῳ προσχρῆσθαι φησιν ἀναγκαῖον. Euclid. I, 32. παντὸς τριγώνου μιᾶς τῶν πλευρῶν προεμβληθείσης ἡ ἔκτὸς γωνία δυσὶ ταῖς ἐντὸς καὶ ἀπεναντίον ἴση ἐστίν, καὶ αἱ ἐντὸς τοῦ τριγώνου τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. Proclus p. 99. Εὐδήμος δὲ ὁ Περιπατητικὸς εἰς τοὺς Πυθαγορείους ἀναπέμπει τὴν τοῦδε τοῦ θεωρήματος εὑρεσιν, ὅτι τρίγωνον ἅπαν δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας καὶ δεικνύναι φησιν αὐτοὺς οὕτως τὸ προκείμενον·