Ancient Greek
137.1
Eudemus, Fragmenta 137.1
Unproofread scanNot analysed yet
ἐνέγραψέ τι χωρίον εἰς αὐτὸν πολύγωνον τῶν ἐγγραφέσθαι δυναμένων. ἔστω δὲ εἰ τύχοι τετράγωνον τὸ ἐγγεγραμμένον· ἔπειτα ἑκάστην τῶν τοῦ τετραγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὰς περιφερείας πρὸς ὀρθὰς ἤγε γραμμὰς αἱ δηλονότι δίχα ἐτέμνον ἑκάστη τὸ καθ’ αὐτὴν τμῆμα τοῦ κύκλου, ἔπειτα ἀπὸ τῆς τομῆς ἐπεζεύγνυεν ἐπὶ τὰ πέρατα τῶν γραμμῶν τοῦ τετραγώνου εὐθείας, ὡς γίνεσθαι τέσσαρα τρίγωνα τὰ ἀπὸ τῶν εὐθειῶν, τὸ δὲ ὅλον τὸ ἐγγεγραμμένον σχῆμα ὀκτάγωνον, καὶ οὕτω πάλιν κατὰ τὴν αὐτὴν μέθοδον ἑκάστην τῶν τοῦ ὀκταγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὴν περιφέρειαν πρὸς ὀρθὰς ἄγων καὶ ἐπιζευγνὺς ἀπὸ τῶν σημείων, καθ’ ἣ αἱ πρὸς ὀρθὰς ἀχθεῖσαι ἐφήπτοντο τῶν περιφερειῶν εὐθείας ἐπὶ τὰ πέρατα τῶν διηρημένων εὐθειῶν, ἑκκαίδεκαγωνον ἐποίει τὸ ἐγγραφόμενον καὶ κατὰ τὸν αὐτὸν λόγον πάλιν τέμνων τὰς πλευρὰς τοῦ ἑκκαίδεκαγωνου τοῦ ἐγγεγραμμένου καὶ ἐπιζευγνὺς εὐθείας καὶ διπλασιάζων τὸ ἐγγεγραμμένον πολύγωνον, καὶ τοῦτο ἀεὶ ποιῶν, ἕως οὐ δαπανωμένου ταύτῃ τοῦ ἐπιπέδου ἐμελλεν ἐγγραφῆσεσθαι τι πολύγωνον τούτῳ τῷ τρόπῳ ἐν τῷ κύκλῳ, οὗ αἱ πλευραὶ διὰ μικρότητα ἐφαρμόσουσι τῇ τοῦ κύκλου περιφερείᾳ. παντὶ δὲ πολυγώνῳ ἴσον τετράγωνον δύναμεθα θέσθαι, ὡς ἐν τοῖς στοιχείοις παρελάβομεν, ὥστε διὰ τὸ ἴσον ὑποκείσθαι τὸ πολύγωνον τῷ κύκλῳ ἐφαρμόζοντες τετράγωνον ἴσον αὐτῷ ἐσόμεθα καὶ κύκλῳ ἴσον τιθέντες τετράγωνον. καὶ δηλονότι ἡ συναγωγή παρὰ τὰς γεωμετρικὰς ἀρχὰς γέγονεν, οὐχ ὡς ὁ Ἀλέξανδρος δὲ φησι, ὅτι ὑποτίθεται μὲν ὁ γεωμέτρης τὸν