Ancient Greek
139.2
Eudemus, Fragmenta 139.2
Unproofread scanNot analysed yet
ἔστω εὐθεῖα ἡ ᾱ β καὶ περὶ αὐτὴν ἡμικύκλιον περιγεγράφθω, καὶ κείσθω τῇ ᾱ β διπλῇ ἡ γ δ, καὶ περὶ τὴν γ δ ἡμικύκλιον 15 περιγεγράφθω καὶ ἐγγεγράφθωσαν εἰς αὐτὸ τὸ ἡμικύκλιον ἕξαγώνου πλευραί, ἥτε γ ε, καὶ ἡ ε ζ, καὶ ἑτι ἡ ζ δ, καὶ περὶ αὐτὰς ἡμικύκλια περιγεγράφθω τὰ γ η ε, ε θ ζ, ζ χ δ· ἑκαστὸν ἄρα τῶν περὶ τὰς τοῦ ἑξαγώνου πλευρὰς ἡμικυκλίων ἴσον ἐστὶ τῷ ᾱ β ἡμικυκλίῳ· καὶ γὰρ ἡ ᾱ β ἴση ἐστὶ ταῖς τοῦ ἑξαγώνου 20 πλευραῖς· τῶν γὰρ ἐκ τοῦ κέντρου διπλῆ ἐστιν ἡ διάμετρος, αἱ δὲ τοῦ ἑξαγώνου πλευραὶ ἴσαι εἰσι ταῖς ἐκ τοῦ κέντρου. καὶ τῆς ᾱ β δὲ ἐστι διπλῇ ἡ γ δ, ὥστε τὰ τέσσαρα ἡμικύκλια ἴσα ἀλλήλοις εἰσί. τετραπλάσια ἄρα τὰ τέσσαρα τοῦ ᾱ β ἡμικυκλίου,