Ancient Greek
146.9
Eudemus, Fragmenta 146.9
Unproofread scanNot analysed yet
περιλαβὼν κύκλῳ καὶ περὶ τὴν μεγίστην αὐτοῦ πλευρὰν ὁμοιον πεζίου πλευρῶν ἀναγκαίων ἐλαττον δύνασθαι τῆς τε διαμέτρου καὶ τῶν ἑτέρων πλευρῶν ἐκείνης ὅφ’ ἣν ὑποτείνει μετὰ τῆς διαμέτρου ἢ λεχθεῖσαι, αἱ γὰρ β γ γ δ μεῖζον ἢ τριπλάσιον δύνανται τῆς γ δ ἢ δὲ β δ τετραπλάσιον. ὀξεῖα ἄρα ἐστὶν ἡ ἐπὶ τῆς μεῖζονος τοῦ τραπεζίου πλευρᾶς βεβηκυία γωνία. μεῖζον ἄρα ἡμικυκλίου ἐστὶ τὸ τμήμα ἐν ᾧ ἐστὶν ὅπερ ἐστὶν ἢ ἐξω περιφέρεια τοῦ μηνίσκου. τὸν δὲ τοῦ μηνίσκου τοῦτον τετραγωνισμὸν παρήξεν ὁ Εὐδήμους ὡς συμφῶ οἶμαι. εἴη δὲ ἂν τοιούδε. ἐπειδὴ ἴσα ἀλλήλοις ἐστὶν ὁ μηνίσκος μετὰ τοῦ ἐπὶ τῆς μεῖζονος τοῦ τραπεζίου πλευρᾶς τμήματος τῷ τραπεζίῳ καὶ τοῖς ὑπὸ τῶν 10 τριῶν ἴσων αὐτῷ εὐθειῶν ἀποτετμημένοις τμήμασιν, ὧν τὸ ἐπὶ τῆς μεῖζονος τοῦ τραπεζίου πλευρᾶς τμήμα ἴσον ἐστὶ τοῖς ὑπὸ τῶν ἴσων εὐθειῶν ἀφαιρουμένοις τοῦ κύκλου τρισὶ τμήμασιν, εἴπερ ἴσον ταῖς τρισὶ δύνασθαι ὑπόκειται ἢ μεῖζων τοῦ τραπεζίου πλευρά, τὰ δὲ ὅμοια τμήματα πρὸς ἀλλήλα ἐστί, ὡς τὰ 15 ἀπὸ τῶν εὐθειῶν τετράγωνα. ἐὰν δὲ ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ τὰ καταλειπόμενα ἐστὶν ἴσα, ἴσος ἄρα ὁ μηνίσκος τῷ τραπεζίῳ. ἢ καὶ οὕτω συντόμως ἐρεῖς, ἐπειδὴ ἴσον ἐστὶ τὸ περὶ τὴν μείζονα τοῦ τραπεζίου πλευρῶν τμήμα τοῖς περὶ τὰς τρεῖς τὰς ἴσας περιγραφεῖσι διότι καὶ τὸ ἀπ’ αὐτῆς τετράγωνον τριπλάσιον 20. τοῦ ἀπὸ ἐκάστης, ἐὰν κοινὸν προστεθῇ τὸ περιεχόμενον ἐπίπεδον ὑπὸ τε τῶν τριῶν ἴσων εὐθειῶν καὶ τῆς τοῦ μεῖζονος τμήματος περιφερείας, ἔσται ὁ μηνίσκος ἴσος τῷ τραπεζίῳ οὐ τετραγωνισθέντος διότι ἔχομεν πᾶν εὐθύγραμμον τετραγωνίσαι τετραγωνισθήσεται καὶ ὁ μεῖζονα ἡμικυκλίῳ τὴν ἐκτὸς περιφέ- 25 ρειαν ἔχων μηνίσκος, εἰ δὲ ἐλαττον ἡμικυκλίου εἴη, προγράψας τούνδε τι ὁ Ἵποκράτης τοῦτο κατεσκεύασεν. ἔστω κύκλος οὐ διάμετρος ἐφ’ ἧ ἢ α β κέντρον δὲ αὐτοῦ ἐφ’ οὐ χ καὶ ἡ μὲν ἐφ’ ἧ γ δ δίχα τε καὶ πρὸς ὀρθὰς τεμνέτω τὴν ἐφ’ ἧ β χ. ἡ δὲ ἐφ’ ἧ ε ζ. ἥχθω παρὰ τὴν ἐφ’ ἧ α β καὶ ἀπὸ τοῦ χ ἐπεξεύχθω 30 ἐπὶ τὰ ε ζ συμπτέσθω δὲ ἐκβαλλομένη ἐπὶ τὸ ζ ἢ ἐπίζει-