Ancient Greek
161.2
Eudemus, Fragmenta 161.2
Unproofread scanNot analysed yet
Philop. ad eundem loc fol XXIII b, p. 148 b 46 Br. οἱ δὲ τοῦ Ἀριστοτέλους ἐταῖροι, οἱ περὶ τὸν Θεόφραστον καὶ Εὐδήμουν σαφέστερον καὶ ἀπλούστερον τοῦτο κατασκευάζουσι· φασι γὰρ ὅτι εἰ τὸ α' κατὰ μηδενὸς ἐστι τοῦ β', πάντων τῶν μερῶν αὐτοῦ κεχώρισται. τὸ δὲ κεχωρισμένον κεχωρισμένων κεχώρισται, ὥστε καὶ τὸ β' οὐδενὶ τῷ α' ὑπάρχει. τὸ γὰρ κεχωρισμένον τῶν πρὸς τι ἐστων· τινὸς γὰρ ἐστι κεχωρισμένον, τὰ δὲ πρὸς τι πρὸς ἀντιστρέφοντα λέγεται· εἰκότως ἄρα καὶ τὸ β' οὐδενὶ τῷ α' ὑπάρχει. λαμβάνονται δὲ τινες τῆς ἀντιστροφῆς ὡς μὴ ἀληθευούσης καὶ διὰ παραδειγμάτων ἐλέγχειν πειρῶνται τὸν λόγον λέγοντες οὕτως· οὐδεὶς τοῖχος ἐν παττάλῳ ἐστίν, τοῦτο ἀληθὲς ἐστιν, ἄρα οὖν φασι καὶ ἀντιστρέψαντες ὁμῶς ἀποφαίνόμεθα οὐδεὶς πάτταλος ἐν τοίχῳ;