Ancient Greek
164.1
Eudemus, Fragmenta 164.1
Unproofread scanNot analysed yet
Ἀριστοτέλους ὅτι καλῶς εἴρηται δεικνύναι πειρώμενοι. ἔστω γὰρ ἡ μῖξις ἐκχειμένη καὶ τὸ μὲν α᾿ τῷ β᾿ παντὶ ἐξ ἀνάγκης ὑπαρχέτω, τὸ δὲ β᾿ παντὶ τῷ γ᾿ ὑπαρχέτω μόνον. λέγω ὅτι τὸ α᾿ τῷ γ᾿ ἐξ ἀνάγκης παντὶ. εἰ γὰρ μή, τὸ ἀντικείμενον ἐνδέχεται τὸ α᾿ τῷ γ᾿ τινὶ μὴ ὑπάρχειν, κεῖται δὲ καὶ τὸ α᾿ παντὶ τῷ β᾿ ἐξ ἀνάγκης. γίνεται δή ἐν δευτέρῳ σχήματι συζυγία ἐκ καθόλου καταφατικῆς τῆς μείζονος ἀναγκαίας καὶ ἐπὶ μέρους ἀποφατικῆς ἐνδεχομένης τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον συνάγουσα, καθάπερ καὶ Θεοφράτῳ τε καὶ Εὐδήμῳ δοκεῖ. τὸ ἄρα [τὸ] β᾿ τῷ γ᾿ ἐνδέχεται τινὶ μὴ ὑπάρχειν, ἀλλ᾿ ὑπέκειτο παντὶ ὑπάρχειν. Ἔστι πιστώσασθαι ὅτι τὸ λεγόμενον ὑπ᾿ Ἀριστοτέλους ἡμῖν ἐστι μάλιστα διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τῆς γινομένης ἐν τρίτῳ σχήματι. . . . ἐν γὰρ τῇ τοιαύτῃ συζυγίᾳ τῇ ἐν τρίτῳ σχήματι καὶ Ἀριστοτέλει δοκεῖ καὶ τοῖς ἐταίροις αὐτοῦ ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον γίνεσθαι τὸ συμπέρασμα.