Ancient Greek
166.4 to 176.2
Eudemus, Fragmenta 166.4-176.2
Unproofread scanNot analysed yet
17 κατ' ἀρχὰς] fol. 17 (ad Arist. p. 25b, 19) p. 150, 37 Br. ubi solum Theophrastum laudavit: Ἀριστοτέλης μὲν οὖν διὰ ταῦτα τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην οὐ φησιν ἀντιστρέφειν αὐτῇ, Θεόφραστος δὲ καὶ ταύτην ὁμοίως ταῖς ἄλλαις ἀποφατικαῖς φησιν ἀντιστρέφειν, περὶ ὧν τῆς διαφορᾶς ὅταν περὶ τῶν ἐνδεχομένων λέγωμεν ἐπὶ πλέον ἐροῦμεν. ὑπάρχουσα καθόλου ἀποφατικὴ καὶ ἀναγκαία. ὅτι δὲ ἀντιστρέφει, ταῦτα μὲν οὖν ἕτερον σχῆμα γενέσθαι συλλογιστικὸν ἀδύνατον ἔδοξε τῷ τε Ἀριστοτέλει καὶ τοῖς περὶ αὐτόν. ἀδύνατον γὰρ καὶ ἄλλην τινα σχέσιν παρὰ τὰς εἰρημένας ἐν τρισὶν ὄροισ τὸν μέσον ὅρον πρὸς τοὺς δύο συνταχθῆναι τοὺς ἄκρους. Θεόφραστος δὲ καὶ Εὔδημος καὶ τινὰς ἕτέρας συζυγίας παρὰ τὰς ἐκτεθείσας τῷ Ἀριστοτέλει προστεδείχασιν τῷ πρώτῳ σχήματι, ὡς καὶ τέταρτον ἀποτελεῖν σχῆμα τῶν νεωτέρων ψήφισάν τινες, ὡς πρὸς πατέρα τὴν δόξαν τὸν Γαληνὸν ἀναφέροντες. δεικνύουσιν οὕτως. εἰ τὸ α’ τῷ β’ ἐνδέχεται μηδενί· ἐπεὶ δὲ ἐνδέχεται τὸ α’ τῷ β’ μηδενί, ὅτε ἐνδέχεται μηδενί, τότε ἐνδέχεται ἀπεξεύχθαι τὸ α’ πάντων τῶν τοῦ β’. εἰ δὲ τοῦτο, ἔσται καὶ τὸ β’ τῶν α’ ἀπεξευγμένον. εἰ δὲ τοῦτο, καὶ τὸ β’ ἐνδέχεται τῷ α’ μηδενί. ἔοικε δὲ Ἀριστοτέλης βέλτιον αὐτῶν λέγειν μὴ φάσκων ἀντιστρέφειν τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην ἑαυτῇ τὴν κατὰ τὸν διωρισμόν. οὐ γὰρ εἰ τί τινος ἀπέξευκται, ἤδη καὶ ἐνδεχομένως ἀπέξευκται αὐτοῦ. ἡμεῖς βραχέα περὶ αὐτῶν. ἰστέον γὰρ ὅτι πολυστίχους πραγματείας περὶ τούτων κατεβάλλοντο οἱ τε μαθηταὶ τοῦ Ἀριστοτέ- λους οἱ περὶ Θεόφραστον καὶ Ἐύδημον καὶ τοὺς ἄλλους, καὶ ἔτι οἱ Στωικοί. εἴπωμεν τίσιν ὀνόμασιν ἐχρῶντο ἐν τε τοῖς μέρεσιν αὐτῶν καὶ τοῖς ὅλως οἱ Περιπατητικοὶ καὶ Στωικοὶ . . . ἰστέον οὖν ὅτι ἐφεξῆς τούτων ὄντων ἀλλήλοις πραγμάτων, τῶν δεικτικῶν· τούτων γὰρ δεχθέντων φανερὸν ἔσται καὶ ἐπὶ τῶν εἰς τὸ ἀδύνατον καὶ ὅλως τῶν ἐξ ὑποθέσεως. Ἐπειδὴ δὲ ὁ μὲν Ἀριστοτέλης τῶσῶτον εἰπὼν περὶ τῶν ὑποθετικῶν