Ancient Greek
18.1
Eudemus, Fragmenta 18.1
Unproofread scanNot analysed yet
Aristotel. I, 1. ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους ὧν εἰσὶν ἀρχαὶ ἢ αἰτία ἢ στοιχεῖα, ἐκ τούτων γινώσκειν τότε γὰρ οἷόμεθα γινώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνῶμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων, δῆλον ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς.