Ancient Greek
181.1
Eudemus, Fragmenta 181.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΛΕΞΕΩΣ. Alex. Aphrod. in Arist. Top. p. 38 Ald. p. 258b, 25 Br. ἔστι μὲν οὐν πρότασις διαλεκτικὴ ἐρώτησις ἐνδοξος. οὔτε οὖν πᾶσα πρότασις ἐρώτησις, ἀλλ’ ἡ διαλεκτική, οὔδὲ πᾶσα ἐρώτησις πρότασις, ἀλλ’ ἡ διαλεκτική. ἔστι γὰρ εἴδη πλείω τῶν ἐρωτήσεων. οὐ γὰρ μόνον ἐρώτησις προτάσεων γίνεται, ἀλλ’ ὡς Εὔδημος ἐν τοῖς περὶ λέξεως διήρρηκεν, οἱ ἐρωτῶντες ἢ περὶ συμβεβηκότος ἐρωτῶσιν· ἢ γὰρ προθέντες τι καὶ ὁρίσαντες πυνθάνονται τὸ τούτων συμβεβηκὸς, ὡς· οἱ ἐρωτῶντες τίς τοῦ πυρὸς ἢ κατὰ φύσιν κίνησις, ἢ τί Σωκράτει συμβέβηκεν· ἢ ἔμπалиν τὸ μὲν συμβεβηκὸς ὁρίζουσί τε καὶ λαμβάνουσιν ἐν τῇ ἐρωτήσει, φ’ δὲ τοῦτο συμβέβηκεν ἀξιοῦσι μαθεῖν, ὡς ὁ ἐρωτῶν τίνι τὸ λευχὸν ἢ τὸ μέλαν τῶν ζῴων συμβέβηκε, καὶ τί τῶν ἀγαθῶν δι’ αὐτὸ ἔστιν αἱρετόν, καὶ τίς ἔστιν ὁ καθήμενος, καὶ τοῦτο μὲν ἐν εἶδος ἐρωτήσεως, ἄλλο δὲ περὶ οὐσίαν, ὅταν προενεχάμενοι τί ποτὲ ἔστι τοῦτο διὰ τῆς ἐρωτήσεως ἐξετάζωμεν, ὡς ὁ ἐρωτῶν τί ἔστιν ἄνθρωπος; ὁ γὰρ οὕτως ἐρωτῶν τὴν οὐσίαν τοῦ πράγματος ἀξιοῖ, ἀλλ’ οὐχ ὅ συμβέβηκεν αὐτῷ μαθεῖν. τρίτον εἶδος ἐρωτήσεως ἔστιν, ὅταν περὶ προτάσεως τις τὴν ἐρώτησιν ποιἦται,