Ancient Greek
188.1
Eudemus, Fragmenta 188.1
Unproofread scanNot analysed yet
Diog. Laert. I, 9 de Magis. Ἀριστοτέλης δὲ ἐν τῷ πρώτῳ περὶ φιλοσοφίας καὶ πρεσβυτέρους εἶναι τῶν Αἰγυπτίων, καὶ δύο κατ’ αὐτοὺς εἶναι ἀρχάς, ἀγαθὸν δαίμονα καὶ κακὸν δαίμονα, καὶ τῷ μὲν ὄνομα εἶναι Ζεὺς καὶ Ὀρμώσδης, τῷ δὲ Αἰδὴς καὶ Ἀρειδμάνιος. φησὶ δὲ ταῦτα καὶ Ἑρμῖππος ἐν τῷ πρώτῳ περὶ Μάγων καὶ Εὐδόξος ἐν τῇ περιόδῳ καὶ Θεόπομπος ἐν τῇ ὁδῷ τῶν Φιλιππικῶν, ὅς καὶ ἀναβιώσεσθαι κατὰ τοὺς Μάγους φησὶ τοὺς ἀνθρώπους καὶ ἔσεσθαι ἀθανάτους καὶ τὰ ὄντα ταῖς αὐτῶν ἐπιλήξεσι διαμενεῖν. ταῦτα δὲ καὶ Εὐδήμος ὁ Ῥόδιος ἱστορεῖ.