Ancient Greek
190.1
Eudemus, Fragmenta 190.1
Unproofread scanNot analysed yet
λόγῳ λαμβάνεται τὰ στοιχεῖα διὰ τὸ μὴ εἶναι ὅλης μέρη ἀλλ’ εἴδους, ἐπὶ δὲ τοῦ κύκλου οὐ λαμβάνεται τὰ ἡμικύκλια, ὅτι ἐνυλά εἰσι καὶ μέρη ὅλης, συνεῖδεν ἐνστασὶν τινα δυναμένην πρὸς τὸν λόγον φέρεσθαι ἢν παρατίθησι καὶ λύει. ἐφθήμεν δὲ ἡμεῖς εἰπόντες ὅτι περὶ τῆς συλλαβῆς ἔλεγεν, ὅπως τὰ μὲν ἡμικύκλια ὅλης εἰσὶ μέρη, τὰ δὲ στοιχεῖα οὐχ εἰσίν, καὶ οἶμαι καὶ ταῦτα ἐκείνοις ἔδει συντάττεσθαι καὶ ἴσως ὑπὸ μὲν ’Αριστοτέλους συντέταχται (ἐν οὐδεμιᾷ γὰρ τῶν ἄλλων αὐτοῦ πραγματειῶν εὑρίσκεται τοιούτων τι πεποιηκὼς ὁποία ἐνταῦθα φαίνεται), ὑπὸ δὲ τοῦ Εὐδήμου κεχωρίσται.