Ancient Greek
22.1
Eudemus, Fragmenta 22.1
Unproofread scanNot analysed yet
ἡ ψυχὴν μίαν, ἡ ποιόν, ἐν δὲ τοῦτο, οἷον λευκὸν ἢ θερμὸν ἢ τῶν ἄλλων τι τῶν τοιούτων. ταῦτα γὰρ πάντα διαφέρει τε πολὺ καὶ ἀδύνατα λέγειν. εἰ μὲν γὰρ ἔστι καὶ οὐσία καὶ ποσὸν καὶ ποιόν, καὶ ταῦτα εἴτ’ ἀπολελυμένα ἀπ’ ἀλλήλων εἰτε μή, πολλὰ τὰ ὄντα. εἰ δὲ πάντα ποιὸν ἢ ποσὸν εἴτ’ οὐσης οὐσίας εἰτε μὴ οὐσης, ἄτοπον, εἰ δεῖ ἄτοπον λέγειν τὸ ἀδύνατον. οὐδὲν γὰρ τῶν ἄλλων χωριστὸν ἔστι παρὰ τὴν οὐσίαν· πάντα γὰρ καθ’ ὑποκειμένου τῆς οὐσίας λέγεται. Μέλισσος δὲ τὸ ὂν ἀπειρὸν φησιν εἶναι. ποσὸν ἄρα τι τὸ ὂν· τὸ γὰρ ἀπειρον ἐν τῷ ποσῷ, οὐσίαν δὲ ἀπειρον εἶναι ἡ ποιότητα ἡ πάθος οὐχ ἐνδέχεται εἰ μὴ κατὰ συμβεβηκός, εἰ ἄμα καὶ ποσὰ ἄττα εἰεν· ὁ γὰρ τοῦ ἀπειροῦ λόγος τῷ ποσῷ προσχρῆται, ἀλλ’ οὐχ οὐσία οὐδὲ τῷ ποιῷ. εἰ μὲν τοίνυν καὶ οὐσία ἔστι καὶ ποσόν, δύο καὶ οὐχ ἕν τὸ ὂν. εἰ δὲ οὐσία μόνον, οὐχ ἀπειρον οὐδὲ μέγεθος ἔχει οὐδέν· ποσὸν γὰρ τι ἔστι.