Ancient Greek
22.3
Eudemus, Fragmenta 22.3
Unproofread scanNot analysed yet
ἐπειδὴ γὰρ φησι τὸ ὂν πολλαχῶς λέγεται καὶ γὰρ οὐσίαν καὶ ποσὸν καὶ ποιὸν καὶ τὰ λοιπὰ τῶν κατὰ τὰς διαιρέσεις εἶναι φασιν, παρὰ ποῖον ἄρα τοῦτῶν οὐχ ἔστι τι ἄλλο; τούτεστι τίνος ὄντος δυνατὸν τὰ ἄλλα μὴ εἶναι; καὶ δηλονότι φησὶ παρὰ τὴν οὐσίαν μάλιστα ἂν εἴποι τις τὰ μὲν γὰρ ἄλλα ἐν τινὶ φαίνεται εἶ, ὥστε ἐκείνων ὄντων ἔστι καὶτὸ ἐν φ. οὐσίας δὲ οὐσης οὐδὲν δοκεῖ ὑποκεῖσθαι. εἰ δὲ ὑπῄκειται οὐδέν, ζῶα δ’ ἔστι, ἄρα τὸ βαδίζειν οὐχ ἔστι, οὐδὲ τὸ πράσσειν καὶ κινεῖσθαι οὐδὲ καλὸν οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν; πῶς οὖν οὐχ ἄτοπον; τὸ δὲ δή ποσὸν οὐχ ἐνδέχεται μὴ ποιεῖν