Ancient Greek
24.1
Eudemus, Fragmenta 24.1
Unproofread scanNot analysed yet
τὸν σκοπὸν τοῦ λόγου δηλοῦσαν. νῦν δὲ τὰ τοῦ Ἀλεξάνδρου προκείσθω. λέγει γὰρ ὅτι ἔστω μὲν ἐπὶ τοῦ ταύτῳ συνηθέστερον τὸ δεδειγμένον· τὰ γὰρ τῷ αὐτῷ ταῦτα καὶ ἀλλήλοις ἐστὶ ταῦτά. διὸ καὶ ὁ Εὐδήμους οὕτως ἐχρῆσατο τῇ ἀποδείξει καὶ οἱ τοῦ Ἀριστοτέ- 5 λους ἐξηγηταὶ τὸ ταὐτὸν ἀντὶ τοῦ ἑνὸς λαβόντες. . . . ταῦτα μὲν Ἀλέξανδρος, ὁ μέντοι Εὐδήμους ὅτι μὲν διὰ τὸ δεῖχθῆναι τὸ συνεχὲς μὴ ὄν ἐν εἶρῃκε ταῦτα, σαφῶς λέγει, μερῶν δὲ καὶ αὐτὸς ποτὲ μὲν διωρισμένον, ποτὲ δὲ συνεχῶν μέμνηται. ἔχει δὲ οὕτως ἡ τοῦ Εὐδήμου λέξις· μετὰ τὸ δεῖξαι ὅτι οὐκ ἔστι τὸ 10 ὄν οὕτως ἐν ὡς ἀδιαιρέτων, ὅπερ αὐτὸς ἄτοπον ἐκάλεισεν, ἐπάγει ἀλλὰ μὴν οὐδὲ κατὰ συνέχειάν γε. τὰ γὰρ διωρισμένα τῶν μερῶν οὐκ ἔσται τα αὐτά. ἔχει δὲ αὐτὸ τοῦτο ἀπορίαν ἐξωτερικὴν. εἰ μὲν γὰρ ἐστι τῶν τῆς γραμμῆς μορίων ἕκαστον ταὐτὸν τῇ ὅλῃ, 15 καὶ αὐτοῖς ταῦτα ἔσται. τα γὰρ ἐνὶ τα αὐτὰ ὡσαύτως καὶ ὅλοις τὰ αὐτά. εἰ δὲ ἕτερον τῆς ὅλης ἕκαστον, ἄρα γε καὶ πάντα. εἰ δὲ τοῦτο, πῶς ὅλη ταῦτά ἐστιν; ἀλλὰ τοῦτο μὲν ἀφεῖσθω. ἐν δὴ τούτοις ὅτι μὲν οὐδὲ εἰ ὡς συνεχὲς λέγοιτο τὸ ὄν οὕτως 20 ἐν ἐστι, δεῖννυσ κατ’ ἄλλην ὡς οἶμαι ἐπιβολήν. τα γὰρ διωρισμένα φησὶ τῶν μερῶν οὐκ ἔσται τὰ αὐτὰ τοῖς συνεχέσιν, ὥστε κἂν συγχωρήσῃ τις ἐν εἶναι τὸ συνεχές, ἐπειδὴ τὰ διωρισμένα μέρη ἄλλα παρὰ τὰ συνεχῆ ἐστι, πολλὰ τα ὄντα καὶ οὐχ ἕν. καὶ περὶ τῶν μορίων δὲ ἀπορία τίς ἐστιν ἢν αὐτὸς μὲν ἐξωτερικὴν 25 καλεῖ, ὁ δ’ Ἀριστοτέλης οὐδὲν πρὸς τὸν λόγον φησίν. καὶ γὰρ διαλεκτικὴ μᾶλλον ἐστιν, ἐφ’ ἑκάτερα ἐνδόξως ἐπιχειροῦσα καὶ οὐχ ἰκανὴ τὸν τοῦ συνεχοῦς λόγον ἐνοχλεῖν τὸν λέγοντα συνεχὲς εἶναι τὸ διαιρετὸν εἰς ἀεὶ διαιρετά. εὐδιάλυτος δὲ ὡς δέδεικται ἢ