Ancient Greek
25.2
Eudemus, Fragmenta 25.2
Unproofread scanNot analysed yet
Aristoteles I, 2. p. 185 b. 25. ἐθορυβοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων ὅπως μὴ ἅμα γένηται αὐτοῖς τὸ αὐτὸ ἕν καὶ πολλά. διὸ οἱ μὲν τὸ ἔστιν ἀφεῖλον ὡςπερ Λυκόφρων, οἱ δὲ τὴν λέξιν μετερρύθμιζον ὅτι ὁ ἄνθρωπος οὐ λευκὸς ἔστιν ἀλλὰ λελεύκωται, οὐδὲ βαδίζων ἔστιν ἀλλὰ βαδίζει, ἵνα μήποτε τὸ ἔστι προσάπτοντες πολλά εἶναι ποιῶσι τὸ ἕν, ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος. πολλά δὲ τὰ ὄντα ἢ λόγῳ (οἷον ἄλλο τὸ λευκὸν εἶναι καὶ μουσικῷ, τῷ δ' αὐτῷ ἄμφω. πολλά ἄρα τὸ ἕν) ἢ διαιρέσει, ὡςπερ τὸ ὅλον καὶ τὰ μέρη. ἐνταῦθα δὴ ἤδη ἠπίρουν καὶ ὁμολογοῦν τὸ ἕν πολλά εἶναι, ὡςπερ οὐκ ἐνδεχόμενον ταυτὸν ἕν τι καὶ πολλά εἶναι, μὴ τάντικεῖμενα δέ· ἔστι γὰρ τὸ ἕν καὶ δυνάμει καὶ ἐντελεχεία.