Ancient Greek
26.2
Eudemus, Fragmenta 26.2
Unproofread scanNot analysed yet
Ἄρα οὖν τοῦτο μὲν οὐχ ἔστιν ἕν, ἕν δὲ τί ἐστι; τοῦτο γὰρ ἤτορεῖτο, καὶ Ζήνωνά φασί λέγειν ἐς τις αὐτῷ τὸ ἕν ἀποδοίη τί ποτὲ ἐστιν, ἕξειν τὰ ὄντα λέγειν, διὰ τὸ τῶν μὲν αἰσθητῶν ἕκαστον κατηγορικῶς πολλὰ λέγεσθαι καὶ μερισμῷ, τὴν δὲ στιγμήν μηδὲ ἕν τιθέναι. ἢ γὰρ μήτε προστιθέμενον αὐξέι μήτε ἀφαιρούμενον μειοῖ, οὐχ ὡς τῶν ὄντων εἶναι. εἰ δὲ τις καὶ τὰς λοιπὰς προσῃγορίας προσεπιθείη, πιστότερον ἂν κατασκευάσειεν ἐπὶ τὸν λόγον. οὐ φαίνεται γὰρ οὔτε οὐσίαν, οὔτε ποιὸν ἢ στιγμή ποιοῦσα, οὔτε ἄλλο τῶν κατὰ τὰς διαιρέσεις οὐδέν. εἰ δὲ ἡ μὲν στιγμή τοιούτων, ἡμῶν δ' ἕκαστος πολλὰ λέγεται εἶναι οἷον λευκὸς μουσικὸς καὶ πολλὰ ἕτερα, ὁμοίως δὲ καὶ ὁ λίθος ἄπειρος γὰρ ἡ δραῦσις ἕκάστου, πῶς ἂν εἴη τὸ ἕν. πρὸς μὲν οὖν τὰς κατηγορίας ἕνιοι μὲν οὐχ ὡντο δεῖν τὸ ἔστιν ἐπιλέγειν, ὧν καὶ