Ancient Greek
28.1
Eudemus, Fragmenta 28.1
Unproofread scanNot analysed yet
δεοι ἡμᾶς τοὺς καθεύδοντας ἀριθμεῖν, εὐθέως μὲν ἄνθρωπον καὶ ἵππον καταριθμήσομεν, χαίπερ πολλῶν οὐ καθευδόντων εἰς τὴν δύναμιν αὐτῶν ἀποβλέποντες, περὶ τῶν ἰχθύων δὲ ἀπορήσομεν καὶ βαδιούμεν εἰς τοὺς ἀλιεῖς, ἐν δὲ τῇ οἰκίᾳ τοὺς καθεύδοντας ἀριθμοῦντες πολλοὺς παραλείψομεν ἀνθρώπους καὶ ἵππους, ἄνπερ ὡς καὶ μὴ καθεύδωσι. δῆλον οὖν ὡς πρότερον εἰς τὴν δύναμιν ὕστερον δὲ εἰς τὴν ἐνέργειαν ἀποβλέπομεν· οὕτω δὴ καὶ ἐν τε καὶ πολλὰ καὶ δυνάμει καὶ ἐνέργειά ἐστιν. ἐνέργεια μὲν οὖν ἄμφω οὐδέποτε τῷ αὐτῷ ὑπάρχει. φαίνεται δὲ τοῦτο ἄτοπον, τὸ δὲ ἐνέργειά ἐν δυνάμει πολλὰ ἐστιν εἴπερ τῶν μεριστῶν ἐστιν. οὐδὲν δὲ ἄτοπον. οὐ γὰρ ἐναντία ταῦτά ἐστιν. οὕτω δὲ καὶ ἐν τῷ αὐτῷ λίθῳ πολλὰ ἔσται οἷον Ἐρμῆς, Ἡρακλῆς, μυρία ἕτερα. δυνάμει γὰρ ἐστι πάντα ταῦτα ἐν τούτῳ, ἐνέργεια δὲ ἐν μόνον, τὰ δὲ ἐνέργεια πολλὰ οὐχ ἔστι δυνάμει ἐν, ἀλλ’ ὅσα σύγκειται ἐν ἐνὶ οἷον ἐστάναι καθῆσθαι. δυνάμει γὰρ ἅμα περὶ τὸ ἐν εἴη ἂν, ἐνεργεία δὲ οὔ. εἰ δὲ παρὴν Ζήνων, ἐλέγομεν ἂν πρὸς αὐτὸν περὶ τοῦ ἑνὸς ἐνέργειά ὅτι οὐχ ἔστι πολλά. τὸ μὲν γὰρ κυρίως αὐτῷ ὑπάρχει, τὰ δὲ κατὰ δύναμιν. οὕτως οὖν ἐν καὶ πολλὰ τὸ αὐτὸ γίνεται, ἐνέργεια δὲ ὕστερον μόνον, ἅμα δὲ ἄμφω οὐδέποτε.