Ancient Greek
29.1
Eudemus, Fragmenta 29.1
Unproofread scanNot analysed yet
καὶ ὁ Πλάτων ἐν τῷ Παρμενίδῃ μέμνηται· ἐκεῖ μὲν γὰρ ὅτι οὐκ ἔστι πολλά δεῖκνυσιν βοηθῶν ἐκ τοῦ ἀντικειμένου τῷ Παρμενίδῃ ἐν εἶναι λέγοντι, ἐνταῦθα δὲ ὡς ὁ Εὐδήμῳς φησι καὶ ἀνήρει τὸ ἕν. τὴν γὰρ στιγμήν ὡς τὸ ἕν εἶναι λέγει, τὰ δὲ πολλά εἶναι συγχωρεῖ. ὁ μέντοι Ἀλέξανδρος καὶ ἐνταῦθα τοῦς Ζήνωνος ὡς τὰ πολλά ἀναιροῦντος μεμνησθαι τὸν Εὐδήμουν οἴεται ὡς γὰρ ἱστορεῖ φησιν Εὐδήμους, Ζήνων ὁ Παρμενίδου γνώριμος ἐπειρᾶτο δεῖκνυσθαι ὅτι μὴ οἷόν τε τὰ ὄντα πολλά εἶναι τῷ μηδὲν εἶναι ἐν τοῖς οὖσιν ἕν, τὰ δὲ πολλά πλῆθος εἶναι ἐνάδων. καὶ ὅτι μὲν οὐχ ὡς τὰ πολλά ἀναιροῦντος Ζήνωνος 10 Εὐδήμους μέμνηται νῦν, δῆλον ἐκ τῆς αὐτοῦ λέξεως, οἶμαι δὲ μήτε ἐν τῷ Ζήνωνος βιβλίῳ τοιούτον ἐπχείρημα φέρεσθαι οἷον ὁ Ἀλέξανδρός φησι. καὶ τοῦτο δὲ ἐκ τῶν εἰρημένων δῆλον, ὅτι καὶ ὁ Εὐδήμους τὴν ἀπορίαν ἀπὸ τῆς τοῦ δυνάμει καὶ ἐνεργεία διαφορᾶς ἔλυσε· ἐνδείκνυται δὲ ἴσως καὶ τὴν ἀπὸ τῆς τοῦ 15 ὄντος διαφορᾶς λύσιν ὁ Εὐδήμους ἐν οἷς φησὶ