Ancient Greek
33.1
Eudemus, Fragmenta 33.1
Unproofread scanNot analysed yet
πάντα τὰ μέρη ἀλλοιοῦται, ἀλλ’ οὐχ ἅμα πᾶσα ἡ ἀλλοίωσις γίνεται, ἀλλ’ ἔχει καὶ αὐτὴ ἀρχὴν καὶ τελευτὴν. ἔπειτα καὶ ἐν τῇ ἀλλοιώσει τὸ ἀλλουούμενον οὐχὶ ἡ λευκότης ἐστὶν ἀλλὰ τὸ σῶμα κατὰ τὴν λευκότητα, τὸ δὲ σῶμα ἀρχὴν ἔχει καὶ πέρας τὸ ἀλλουούμενον καὶ γινόμενον οὕτως ὡς ἀλλουούμενον. καὶ τὸ ἀγέννητον δὲ κατὰ τοῦτο τὸ σημαίνόμενον ἀληθῶς εἴρηται ἀρχὴν μὴ ἔχειν ἀδιάστατον καὶ ἄμερὲς ὑπάρχειν. ὁ γὰρ οὐρανὸς καὶ ὁδε ὁ κόσμος πολλῶν καὶ μακαρίων τετύγχε πυρὰ τοῦ γεννησαντος, ἀτὰρ κεκοινωνηκέ γε σώματος, διὸ μέρη ἔχει καὶ ἀρχὴν καὶ τέλος. ὅτι δὲ ἀγέννητον τὸ ἂν ἐστι καὶ Ἀριστοτέλης 10 συγχωρεῖ καὶ αὐτὸ τὸ δόγμα ἐνασμενίζων καὶ τὴν Μελίσσου περὶ τοῦ δόγματος ἀπόδειξιν. καὶ ὁ Εὐδήμος δὲ τὸ ἀπλῶς ἂν ἀγέννητον εἶναι συγχωρεῖ λέγων