Ancient Greek
39.2
Eudemus, Fragmenta 39.2
Unproofread scanNot analysed yet
Παρμενίδου μὲν οὖν ἀγασθείη ἂν τις ἀναξιόπισταῖς ἀκολουθήσαντος λόγοις καὶ ὑπὸ τοιούτων ἀπατηθέντος ἂ οὕπω τότε διασесаφῆτο· οὔτε γὰρ τὸ πολλάχως ἔλεγεν οὐδεὶς, ἀλλὰ Πλάτων πρῶτον τὸ δισσὸν εἰσήγαγεν, οὔτε τὸ καθ’ αὐτὸ καὶ τὸ κατὰ συμβεβηκός· φαίνεται δὲ ὑπὸ τούτων διαφευσθῆναι. ταῦτα δὲ ἐκ τῶν λόγων καὶ τῶν ἀντιλογιῶν ἐθεωρήθη καὶ τὸ συλλογιστικόν· οὐ γὰρ συνεχωρεῖτο εἰ μὴ φαίνοιτο ἀναγκαῖον, οἱ δὲ πρότεροι ἀναποδείκτως ἀπεφαίνοντο.