Ancient Greek
45.3
Eudemus, Fragmenta 45.3
Unproofread scanNot analysed yet
Simplicius fol. 53 b. καὶ δοκεῖ ταῦτα ἀποτείνόμενος πρὸς Πλάτωνα λέγειν· αὐτὸς γὰρ ἐν Τιμαίῳ λέγων μηδὲν τῶν ὄντων ἐνεργεία τὴν ὕλην εἶναι, (ἐν οἷς φησὶν ὅτι τοῖς εἴδεσιν ὑποκείμενον οὐχ ἂν εἴη παρεσκευασμένον εἰ πλὴν ἄμορφον ἢν ἐκείνων πασῶν τῶν ἰδεῶν ὅσας μέλλει δέχεσθαι) ἐφάψασθαι πῶς δοκεῖ καὶ τῆς ὕλης καὶ τῆς στερήσεως. τὸ γὰρ περιεχὸς δέχεσθαι καὶ μὴ, μὴ ἔχον δὲ ἐστερηθῆναι ἂν λέγοιτο δικαίως, καὶ τὸ δυνάμει καὶ ἐνεργεία καὶ τὸ καθ’ αὐτὸ καὶ κατὰ συμβεβηκὸς πρῶτος φαίνεται διωρίσας ὁ Πλάτων καὶ τὸ πῇ μὲν ὄν, πῇ δὲ μὴ ὄν, ὡς εἴρηται πρότερον. καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων ὁ Πλάτων τὰ πολλαχῶς λεγόμενα διεστείλατο, ὡς καὶ ὁ Εὐδήμος ἐν τοῖς φυσικοῖς μαρτυρεῖ λέγων,