Ancient Greek
46.1
Eudemus, Fragmenta 46.1
Unproofread scanNot analysed yet
Aristoteles II, 1. τῶν ὄντων τὰ μὲν ἐστὶ φύσει, τὰ δὲ δι᾽ ἄλλας αἰτίας, φύσει μὲν τὰ τε ζῷα καὶ τὰ μέρη αὐτῶν καὶ τὰ φυτὰ καὶ τὰ ἀπλὰ τῶν σωμάτων οἷον γῆ καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ· τὰῦτα γὰρ εἶναι καὶ τὰ τωιαῦτα φύσει φαμέν. πάντα δὲ τὰ μηθέντα φαίνεται διαφέροντα πρὸς τὰ μὴ φύσει συνεστῶτα. τὰ μὲν γὰρ φύσει ὄντα πάντα φαίνεται ἔχοντα ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως καὶ στάσεως, τὰ μὲν κατὰ τόπον, τὰ δὲ κατ᾽ αὔξησιν καὶ φθίσιν, τὰ δὲ κατ᾽ ἀλλοίωσιν· κλίνη δὲ καὶ ἱμάτιον καὶ εἰ τι τωιούτων ἄλλο γένος ἐστίν, ἡ μὲν τετύγχακε τῆς κατηγορίας ἐκάστης καὶ καθ᾽ ὅσον ἐστὶν ἀπὸ τέχνης, οὐδεμιάν ὁρμὴν ἔχει μεταβολῆς ἐμφυτον, ἡ δὲ συμβέβηκεν αὐτοῖς εἶναι λιθίνοις ἢ γήινοις ἢ μικτοῖς ἐκ τούτων, ἔχει καὶ κατὰ τοσούτων, ὡς οὖσης τῆς φύσεως ἀρχῆς τινὸς καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἡρεμεῖν ἐν ᾧ ὑπάρχει πρώτως καθ᾽ αὐτὸ καὶ μὴ κατὰ συμβεβηκός.