Ancient Greek
46.3
Eudemus, Fragmenta 46.3
Unproofread scanNot analysed yet
ἐπεὶ δὲ λέγομεν πολλὰ φύσει εἶναι· καὶ γὰρ ἵππον καὶ ἄνθρωπον καὶ πᾶν ζῷον καὶ τὰ τούτων μόρια, ἐτι δὲ ἐλαίαν καὶ πᾶν φυτὸν καὶ τὰ μόρια αὐτῶν καὶ πῦρ καὶ ὅλως τὰ φυόμενα, ἐτι δὲ γῆν καὶ πῦρ καὶ πολλὰ τῶν ἀψύχων, τί πᾶσι τούτοις ὑπάρχει; ἡ μὲν γὰρ αἴσθησις ἰδίως ἐστι τῶν ζῴων καὶ πολλὰ ἕτερα, ἡ δὲ αὔξησις τῶν ζωτικῶν· κινεῖται δὲ πάντα ὡς εἰπεῖν· καὶ γὰρ ξύλον καὶ χαλκὸς καὶ πῦρ καὶ ὅλως πᾶν σῶμα, οὐχ ὁμοίως δὲ πάσας τὰς κινήσεις, οἷον ὁ λίθος καὶ πάντα ὅσα βάρος ἔχει, ἄνω μὲν καὶ εἰς τὸ πλάγιον οὐκ ἑτέρου, κάτω