Ancient Greek
52.5
Eudemus, Fragmenta 52.5
Unproofread scanNot analysed yet
Aristotel. II, 6. p. 198, 5. ἐπεὶ δ’ ἐστὶ τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια ὧν ἂν ἡ νοῦς γένοιτο αἴτιος ἢ φύσις ὅταν κατὰ συμβεβηκὸς αἰτίων τι γένηται τούτων αὐτῶν, οὐδὲν δὲ κατὰ συμβεβηκὸς ἐστι πρότερον τῶν καθ’ αὐτό, δῆλον ὅτι οὔδὲ τὸ κατὰ συμβεβηκὸς αἴτιον πρότερον τοῦ καθ’ αὐτό. ὕστερον ἄρα τὸ αὐτόματον καὶ ἡ τύχη καὶ νοῦ καὶ φύσεως· ὥστ’ εἰ ὅτι μάλιστα τοῦ οὐρανοῦ αἴτιον τὸ αὐτόματον, ἀνάγκη πρότερον νοῦν καὶ φύσιν αἰτίαν εἶναι καὶ ἄλλων πολλῶν καὶ τοῦδε παντός.