Ancient Greek
59.3
Eudemus, Fragmenta 59.3
Unproofread scanNot analysed yet
ὁπεναντιοῦσθαι δὲ φησὼν Εὐδήμος τοὺς λέγουσιν ἐν τῷ πάσχοντι καὶ κινουμένῳ εἶναι τὴν κίνησιν τὸ περὶ τὰς αἰσθήσεις· λέγομεν γὰρ ὁρᾶται ὁρασίς, [ἀκούει] ἀκούεται ἀκοῦσις. δοκεῖ οὖν ἡ ὁρασίς ἐν τῷ ὁρῶντι εἶναι καὶ ἡ ἀκοῦσις ἐν τῷ ἀκούοντι. ὁμοίως καὶ αἱ γεύσεις καὶ αἱ λοιπαί· ταῦτα δὲ ἐν τῇ τοῦ ποιούντος καὶ κινούντος εἶναι δοκεῖ συστοιχία. ἀπατῶμεθα δὲ φησι τῇ λέξει ἐπακολουθοῦντες καὶ μὴ ἐννοοῦντες ὅτι τὸ αἰσθανόμενον πάσχει. ἀλλὰ διὰ τί οὐχ ἔστιν ἐνέργεια καὶ τοῦ κινούντος; εἰ γὰρ πρότερον τὸ κινητικὸν ἢν τοῦτο δυνάμει κινοῦν ἐστιν, ἀνάγκη ὅταν κινῶν ἐνεργείᾳ γένηται, τότε κινεῖν καὶ ἐνεργεῖν κατὰ τὸ κινεῖν. διὰ τί οὖν ἡ τοῦ κινητοῦ ἐνέργεια κίνησίς ἐστι καὶ μὴ μᾶλλον ἡ τοῦ κινούντος; ἢ οὐχ ἄλλη ἐστὶν ἢ τοῦ κινητικοῦ ἐνέργεια· ἐστι γὰρ κινητικὸν ἐνεργητικὸν τοῦ κινητοῦ. μία οὖν ἡ ἀμφῶν ἐνέργεια, ὡς μὲν ἀπὸ τοῦ κινούντος ἐνέργεια λεγομένη κυριώτερον, ὡς δὲ ἐν τῷ κινουμένῳ πᾶθος μᾶλλον ἢπερ ἐνέργεια.