Ancient Greek
64.3 to 65.3
Eudemus, Fragmenta 64.3-65.3
Unproofread scanNot analysed yet
Simplicius fol. 114. ἀπὸ τῶν διαφόρων τῶν τόπων δεῖξας ὅτι οὐχ οἷόν τε τὸ ἄπειρον ἐν τόπῳ εἶναι, οὐδὲ τὸ ἐν τόπῳ ἄπειρον, ἵνα μὴ τις λέγῃ ὅτι ἐν μερικῷ μὲν τόπῳ οὐκ ἔστι τὸ ἄπειρον, ἐν τῷ ὅλῳ δὲ καὶ ἐν τῷ ἀπλῶς ἀπείρῳ ὅντι τί κωλύει ἄπειρον εἶναι σῶμα, πρὸς τὴν τοιαύτην ἔνστασιν λέγει, ὅτι εἰ ἐν τόπῳ πάντως ποῦ, τούτέστιν ἢ ἄνω ἢ κάτω, ἢ ἀπλῶς ἐν τινὶ ἀτόμῳ τόπῳ· διὰ τοῦτο γὰρ οὐδὲ ποσῶν ἀπλῶς ἐστὶ τὸ ἄπειρον, ὅτι ἀνάγκη καὶ τὶ ποσὸν αὐτὸ ἀφωρισμένον εἶναι, οἷον τὸ δίπηχυ ἢ τρίπηχυ, εἴπερ τὸ κοινὸν ἐν τῷ ἀτόμῳ τὴν ὑπάρξιν ἔχει. ὁ μέντοι Εὐδήμους ὁμολόγως ἔχειν φησὶ τὸ μὲν τὶ πρὸς τὸ τόδε, τὸ δὲ ποῖον πρὸς τὸ οἷον, τὸ δὲ ποσὸν πρὸς τὸ ὅσον, τὸ δὲ ποῦ πρὸς τὸ οὔ, καὶ τὰ μὲν εἶναι καθόλου, τὰ δὲ καθέκαστα, οἷον τὸ μὲν ποῦ ἐν τόπῳ, τὸ δὲ οὔ Ἀθήνησιν. ὁ μέντοι Ἀρι- στοτέλης ἔοικε τὸ ποῦ ἀντὶ τοῦ καθέκαστον λαμβάνειν. ἀδύνατον τόπον ἄπειρον εἶναι, ἐν τόπῳ δὲ πᾶν σῶμα, ἀδύνατον βάνειν ὥσπερ εἰ δυνατὸν τοῦτ᾿ ἀνδριάντα εἶναι, ὡς καὶ ἔσται τοῦτ᾿ ἀνδριάς, οὕτω καὶ ἄπειρόν τι ὁ ἔσται ἐνέργεια. ἀλλ᾿ ἐπεὶ πολλαχῶς τὸ εἶναι, ὥσπερ ἡ ἡμέρα ἐστὶ καὶ ὁ ἀγὼν τῷ δεῖ ἄλλο καὶ ἄλλο γίνεσθαι, οὕτω καὶ τὸ ἄπειρον. καὶ γὰρ ἐπὶ τούτων ἐστὶ καὶ δυνάμει καὶ ἐνεργείᾳ. Ὀλύμπια γὰρ ἐστὶ καὶ τῷ δύνασθαι τὸν ἀγῶνα γίνεσθαι καὶ τῷ γίνεσθαι. ἄλλως δ᾿ ἐν τε τῷ χρόνῳ ὅηλον τὸ ἄπειρον καὶ ἐπὶ τῶν ἀνθρώπων καὶ ἐπὶ τῆς διαιρέσεως τῶν μερεθῶν. Simplicius fol. 114b. εἰ δὲ καὶ ἐν τῷ διαιρεῖσθαι θεωρεῖται τὸ ἐπ᾿ ἄπειρον, μὴ θαυμάζης· τὸ γὰρ τοιοῦτον ἐνέργειά ἐστιν ἐν τῷ ἄπειρον εἶναι σῶμα . . . τὴν δὲ πρόσληψιν τὴν λέγουσαν ἀλλὰ μὴν ἀδύνατον τόπον ἄπειρον εἶναι, τίθησι καὶ κατασκευάζει διὰ τοῦ