Ancient Greek
65.9
Eudemus, Fragmenta 65.9
Unproofread scanNot analysed yet
τὸ ποῦ οἷον τὸ ἄνω ἢ τὸ κάτω, τοῦτο καὶ ἐν τόπῳ ἐστὶ καὶ τὸ γίνεσθαι τὸ εἶναι ἔχον σύνεστιν ἀεὶ τῇ δυνάμει. καὶ διὰ τοῦτο ἔχει ἀεὶ τὴν ἐν τῷ γίνεσθαι παράτασιν, ὅτι οὐδαμῶς τοῦ δυνάμει ἀπολύεται. ἀπολυσθὲν γὰρ ἐστιν ὅπερ ἐστὶ καὶ πέρας ἔχει καὶ οὐδὲν ἄπειρον. διὸ τὰ ἐνεργείᾳ μόνως ὄντα ὅλα ἅμα ἐστὶ καὶ οὔτε τὸ δυνάμει ἐστιν ἐν αὐτοῖς, οὔτε τὸ ἐπ’ ἄπειρον. διὸ οὐδὲ χρόνος ὁ κατ’ ἀριθμὸν κινούμενος, ἀλλ’ αἰὼν ὁ ἐν ἐνὶ μένουν. εἰκότως ἄρα ἐν τῇ δυνάμει λέγεται εἶναι τὸ ἄπειρον καὶ οὐχ ἐν τῇ ἐνεργείᾳ. τὸ μὲν γὰρ μερισθὲν ὁρίζεται ἀεὶ ὡς φησὶν Εὐδόξος, καὶ οὐχ ἔστιν ἄπειρον· πεπερασμένον γὰρ πεπερασμένῳ προστίθεται· ἡ δὲ διαιρέσεις οὐχ ὑπολείπει· ὁ γὰρ γένοιτ’ ἂν, οὐχ ὁρίζεται, τὸ δὲ ἀόριστον ποσὸν ἄπειρον.