Ancient Greek
68.2
Eudemus, Fragmenta 68.2
Unproofread scanNot analysed yet
Simplicius fol. 122. ὁ δὲ Εὐδήμος τῆς δυσκολίας τοῦ περὶ τόπου προβλήματος καὶ τοῦτο αἴτιον εἶναι φησι, τὸ μὴ ῥάδιον εἶναι ἐπιλαβέσθαι τοῦ τόπου, διότι ὑποφεύγει πάντως ἐξαιρουμένου τοῦ ἐν τόπῳ σώματος, καὶ καθ’ αὐτὸ μὲν οὐκ ἔστιν αὐτὸ νοῆσαι, εἴπερ δὲ ἄρα, μεθ’ ἑτέρου, ὥσπερ τοὺς τῶν ἀφώνων καλουμένους φθόγγους· μετὰ γὰρ τοῦ α ὁ τοῦ β καὶ ὁ τοῦ γ δῆλος. οὐ μέντοι διὰ τὴν δυσχέρειαν ἀποστατέου τοῦ προβλήματος ὄντος οὕτως οἰκείου καὶ ἀναγκαίου τῇ φυσικῇ. κἄν γὰρ μηδὲν ἄλλο ἐπὶ τῶν δυσλήπτων, ἀλλὰ τὸ γε ἀπορῆσαι καλῶς περὶ αὐτοῦ ἰκανὸν τῷ φιλομαθεῖ, ὡς ἐν ἄλλοις αὐτὸς ὁ Ἀριστοτέλης διδάσκει.