Ancient Greek
79.1
Eudemus, Fragmenta 79.1
Unproofread scanNot analysed yet
τοῦ πλήρους τῆς τέφρας ἀδύνατα, ὥστε μὴ τὸν αὐτὸν ὄγκον ἔχειν τῷ καθ’ αὐτὸ ὕδατι εἰς τὴν τέφραν ἐμβαλλομένῳ. Aristotel. IV, 10. p. 218, 31. τί δ’ ἐστὶν ὁ χρόνος καὶ τίς αὐτοῦ ἡ φύσις, ὁμοίως ἐκ τε τῶν παραδεδομένων ἀδηλὸν ἐστι καὶ περὶ ὧν τυγχάνομεν διεληλυθότες πρότερον. οἱ μὲν γὰρ τὴν τοῦ ὅλου κίνησιν εἶναι φασιν, οἱ δὲ τὴν σφαῖραν αὐτήν. καὶ τοῦ τῆς περιφορᾶς καὶ τὸ μέρος χρόνος τίς ἐστι, περιφορὰ δὲ γε οὐ· μέρος γὰρ περιφορᾶς τὸ ληφθὲν ἀλλ’ οὐ περιφορά. ἐπὶ δ’ εἰ πλείους ἦσαν οἱ οὐρανοί, ὁμοίως ἂν ἦν ὁ χρόνος ἢ ὁτουοῦν αὐτῶν κινήσεως, ὥστε πολλοὶ χρόνοι ἂμα. ἡ δὲ τοῦ ὅλου σφαῖρα ἴδοξε μὲν τοῖς εἰποῦσιν εἶναι ὁ χρόνος, ὅτι ἐν τε τῷ χρόνῳ πάντα ἐστὶ καὶ ἐν τῇ τοῦ ὅλου σφαίρᾳ. ἐστὶ δ’ εὐηθικώτερον τὸ εἰρημένον ἢ ὥστε περὶ αὐτοῦ τὰ ἀδύνατα ἐπισκοπεῖν. ἐπεὶ δὲ δοκεῖ μάλιστα κίνησις εἶναι καὶ μεταβολὴ τις ὁ χρόνος, τοῦτ’ ἂν εἴη σκεπτέον.