Ancient Greek
82.1
Eudemus, Fragmenta 82.1
Unproofread scanNot analysed yet
ἀτοπον τῷ Πλάτωνι, ὡς ὁ Ἀλέξανδρος συνειλογίσατο τὸ χρόνον εἶναι πρὸ χρόνου. εἰ γὰρ πᾶσα κίνησις φθᾶν ἐν χρόνῳ, δῆλον ὅτι καὶ ἡ πλημμελὴς καὶ ἄτακτος κίνησις ἐν χρόνῳ. εἰ οὖν ἡ τοιαύτη κίνησις ἦν πρὶν οὐρανὸν γενέσθαι, δῆλον ὅτι καὶ χρόνος ἦν πρὸ τῆς τοῦ οὐρανοῦ περιφοράς. εἰ οὖν αὕτη ὁ χρόνος, εἴη ἂν ὁ χρόνος πρὸ χρόνου, πρὸς ταῦτα οὖν ἀπολογησαθαι δεῖ· τὸ γὰρ ὅπως ὁ Πλάτων κατ’ ἀριθμὸν ἰούσαν αἰῶνος εἰκόνα τὸν χρόνον εἶπε, τότε μαθησόμεθα, ὅταν Ἀριστοτέλους ἀριθμὸν κινήσεως λέγοντος τὸν χρόνον ἀκούσωμεν. καὶ τὸ μὲν τὴν οὐρανοῦ περιφορὰν χρόνον λέγειν τὸν Πλάτωνα, ἐκ τῶνδε οἶμαι τῶν ἐν Τιμαίῳ γεγραμμένων ὑπενυθή·