Ancient Greek
88.4
Eudemus, Fragmenta 88.4
Unproofread scanNot analysed yet
εἰ δὲ νοήσαιμεν φερομένην στιγμὴν, τῇ δὲ ἐν ἄλλῃ τῆς γραμμῆς γίνεσθαι καὶ αὐτὴν ἄλλο καὶ ἄλλο γινομένην, οὕτω δὲ οἰηθείημεν καὶ περὶ τοῦ νῦν ἔχειν, τὸ μὲν ὑποκείμενον ὅ τι δήποτε δεῖ νοῆσαι αὐτό, διαμενεῖ τὸ αὐτὸ ἐν ἄλλῃ δὲ καὶ ἄλλῃ γινόμενον ἕτερον καὶ ἕτερον ἐσται, ὥστε εἶναι κατὰ μὲν τὸ ὑποκείμενον ὅτι δή ποτὲ ἐστι ταὐτό, τῇ δὲ ἐν ἄλλῃ καὶ ἄλλῃ γίνεσθαι, καθ᾽ ἕτερον ἤδη πρότερον καὶ ἕτερον ὑστερον γίνεται, ταύτῃ τὸ νῦν ἕτερον. ταύτῃ δὲ καὶ ἀριθμὸς ὁ χρόνος,