Ancient Greek
90.2 to 90.4
Eudemus, Fragmenta 90.2-4
Unproofread scanNot analysed yet
καὶ ὅρα ὅτι μίαν καὶ τὴν αὐτὴν λέγει κίνησιν τὴν πάλιν καὶ πάλιν, καὶ τὸ πρότερον καὶ ὕστερον ἕν καὶ τὸ αὐτό. ὅτι δὲ καὶ οὕτος ἄλλο καὶ ἄλλο τὸ ἀεὶ γιγόμενον εἶναι φησι καὶ τῆς κινήσεως καὶ τοῦ χρόνου, ἀκούσον οἷα μετ’ ὀλίγον τῶν ἤδη παρατεθέντων γέγραφε· ὡςπερ δὲ τῆς κινήσεως τὸ ἄτομόν ἐστι μόνον, τὸ δὲ παρεληλυθὸς ἔρρει, τὸ δὲ ἐσόμενον οὔπω ἐστίν, οὕτω καὶ τοῦ χρόνου τὸ μὲν οἴχεται, τὸ δ’ οὔπω ἐστί, τὸ δὲ παρὸν ἐστιν, ἄλλο καὶ ἄλλο γινόμενον ἀεὶ. Aristoteles IV, 13. p. 222 b, 17. ἐν δὲ τῷ χρόνῳ πάντα γίνεται καὶ φθείρεται, διὸ καὶ οἱ μὲν σοφώτατον ἔλεγον, ὁ δὲ Πυθαγόρειος Πάρων ἀμαθέστατον ὅτι καὶ ἐπιλανθάνονται ἐν τούτῳ, λέγων ὀρθότερον.