Ancient Greek
94.1 to 94.8
Eudemus, Fragmenta 94.1-8
Unproofread scanNot analysed yet
γίνεται γὰρ φησι καὶ ἔστι τὸ δίππην διπλάσιον τὸ μὴ ὑπομένειν τὸ μεταβάλλον. ὁ μέντοι Θεόφραστος ἐν τῷ πρώτῳ τῶν ἑαυτοῦ φυσικῶν καὶ καθ' ἕκαστον γένος τῶν κατηγοριῶν τὴν κίνησιν θεωρεῖσθαι φησι γράφων οὕτως. περὶ δὲ κινήσεως τῶν μὲν καθόλου καὶ κοινῶν λόγων οὐ χλεπὸν ἀποδοῦναι καὶ εἰπεῖν, ὡς ἐνέργειά τις ἐστὶν ἀτελὴς τοῦ δυνάμει ὄντος ἢ τοιούτων καθ' ἕκαστον γένος τῶν κατηγοριῶν. ἔοικε δὲ καὶ νῦν κίνησιν κοινῶς τὴν μεταβολὴν λέγειν· καὶ γὰρ ὁ ὁρισμὸς ὁ λέγων ἐντελέχειαν τοῦ δυνάμει ἢ τοιούτων ἐστίν. οὐ τῆς κυρίως κινήσεως ἐστίν, ἀλλὰ καὶ γενέσεως καὶ φθορᾶς ἀκίνητον ὅν πάντῃ πάντως γινομένου πηχυαίου καὶ ὅλως πάσης μεταβολῆς· διὸ καὶ προειδὼν ὀλίγον ὁ Θεόφραστος ζητεῖν δεῖν φησι περὶ τῶν κινήσεων, εἰ αἱ μὲν κινήσεις εἰσίν, αἱ δὲ ὡς περ ἐνέργειαι τινες. ἀλλ' ὅτι μὲν μεταβολὴν ἀνάγκη πάντως εἶναι καὶ ἐν ταῖς σχετι- καὶς κατηγορίαις τῶν ὑποκειμένων κατὰ τὰς σχέσεις, πρόδηλον, εἴπερ μὴ ἀδίοι εἰσιν αἱ τῶν οὐσιῶν κατ' αὐτὰς τὰς σχέσεις. εἰ οὖν μεταβάλλουσι κατ' αὐτὰς αἱ οὐσίαι, ἢ κατὰ γένεσιν καὶ φθο- καὶ εἰπὼν ὅτι τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων τῶν πρὸς τι συμβαίνει, ἐπήγαγεν. εἰ ἕν χρόνῳ δὲ πάντα κινεῖται, τρόπον δὲ ἄλλον. οἶμαι τοῦτο ἐνδεικνύμενος, ὅτι κίνησις μὲν τῶν ὑποκειμένων ἐστὶν ἢ κατὰ τὰς σχέσεις, ἄλλον δὲ τρόπον ἢ περ κατὰ τὰς διαθέσεις, ὡς περ ἄλλον τρόπον κατὰ τὴν οὐσίαν, ὅτι οὐδὲ κίνησιν καλεῖν ἀξιούσιν οἱ ἀπὸ τοῦ περιπάτου, ἀλλὰ γένεσιν καὶ φθορὰν διὰ