Ancient Greek
96.7
Eudemus, Fragmenta 96.7
Unproofread scanNot analysed yet
νόν, χαίπερ λέγεται γε ταῦ ἐπ’ αὐτοῖς ἢ τὸ στήμαι το 10μη αὐτὰ ἑαυτὰ κινεῖ κατὰ ενὸς δὲ τινὸς περιεχομένων ἐν φ λέγονται ἅμα εἶναι, οἷον ἐν οἰκίᾳ καὶ πόλει· κυριώτερον δὲ ἅμα λέγεται τὰ ἐν ἐλάσσονι τῷ αὐτῷ· τὰ γὰρ ἐν τῇ αὐτῇ οἰκίᾳ τῶν ἐν τῇ αὐτῇ πόλει κυριώτερον ἅμα λέγεται, καὶ τῆς οἰκίας τὰ ἐν τῷ αὐτῷ οἰκήματι, καὶ τοῦ αὐτοῦ οἰκήματος τὰ ἐν μέρει. καὶ ἀπλῶς τὰ ἐν μέρει. καὶ ἀπλῶς τὰ ἐν τῷ πρώτῳ ἀτόμῳ τῷ αὐτῷ τῷ μὴ καὶ ἄλλα σώματα στερεὰ περιέχοντι, κἂν ἄηρ τις ἢ μεταξὺ κἂν μὴ συνεχὴ ἢ μηδὲ ἀπτόμενα ταῦτα κυρίως ἅμα. τοῖς κεχραμένοις δὲ φησὶ μάλιστα τοῦτο ὑπάρχειν ὁ Εὐδήμιοσ· οὐδὲ τούτοις κυριώτατα. δύο γὰρ σώματα οὐχ οἷόντε εἶναι ἅμα ἐν ἐνὶ καὶ ἀτόμῳ τόπῳ, ἀλλὰ κατὰ μὲν τὸν λόγον τὸ ἀκριβὲς φησὶ ζητητέον, κατὰ δὲ τὰς χρείας καὶ τὸ ἰκανὸν καὶ τὸ σύνεγγυς δή τούτου πᾶν ἅμα λεκτέον. λέγεται δὲ καὶ ἐν χρόνῳ ἅμα τὰ ἐν τῷ αὐτῷ ἀτόμῳ χρόνῳ, ὅς δηλοῦσι καὶ εἰς καὶ προσεχὴς ἐστι.