Ancient Greek
99.1
Eudemus, Fragmenta 99.1
Unproofread scanNot analysed yet
θρόπους ὑμᾶζεσθαι τὴν αὐτὴν ὑγίανσιν, οἷον ὀφθαλμίας· ἀλλ’ οὐ μία αὐτῆ, ἀλλ’ εἴδει μία. Simplicius fol. 207 b. εἰπὼν δὲ ὅτι ἐπὶ τῆς κυρίως μιᾶς κινή-σεως καὶ τὸ κινούμενον ἐν εἶναι χρῆ καθ’ αὐτὸ ἀλλὰ μὴ κατὰ συμβεβηκός, καὶ τὸ καθ’ ἧ ἡ κίνησις ἐν ὡς ἄτομον, ἀλλὰ μὴ ὡς κοινόν, ἐπάρχει ὅτι καὶ τὸν χρόνον ἐν τῇ συνεχείᾳ ἕνα εἶναι χρή, οἷον εἰ ὁ Σωκράτης μανθάνει γραμματικήν ἐν συνεχεῖ χρόνῳ· μία γὰρ αὐτῆ ἡ κίνησις ἐστιν, ὅτι τὸ ἐν ὁ χρόνος κατὰ τὴν συνέχειαν ἔχει καὶ οὐ κατὰ τὸ ἀριθμῶ κυρίως ἐν ὡς τὸ ὑποκείμενον· ὁ δὲ Εὐδήμος φησιν ὡς ὁ χρόνος· οὐδὲ γὰρ ἡ ἄλλοιωσις φησιν ὑπομένει, οὐδὲ ἡ φορά, ἀλλ’ ὡςπερ ὁ χρόνος ὑποφρεῖ καὶ ἄλλη γίνεται ἀεί. διὸ τῷ εἴδει ἐν τοῦτο ῥητέον, ἀλλ’ οὐ τῷ ἀριθμῷ. εἰ μέντοι φησιν ὁ Ἀριστοτέλης ἀπὸ τῆς πάλιν ἐν ἄλλῳ χρόνῳ τὴν αὐτὴν ἤν ἀπέβαλεν ἀναλαμβάνει οὐ λεκτέον ἐτι ταύτην μίαν τῷ ἀριθμῷ, ἀλλὰ μᾶλλον τῷ εἴδει τὴν αὐτήν.