Ancient Greek
542.4
Euhemerus, Fragmenta 542.4
Unproofread scanNot analysed yet
μαὶς καὶ πόλεσιν ἀξιολόγοις κατοικεῖται, καὶ τούτων αἱ μὲν ἐπὶ χωμάτων ἀξιολόγων κεῖνται, αἱ δ' ἐπὶ γεωλόφων ἢ πεδίων καθίστανται· ἔχουσι δ' αὐτῶν αἱ μέγισται βασιλεία κατεσκευασμένα πολυτελῶς, πλήθος οἰκητόρων ἔχοντα καὶ κτήσεις ἰκανάς. Πᾶσα δ' αὐτῶν ἡ χώρα γέμει θρεμμάτων παντοδαπῶν, καρποφοροῦσα καὶ νομὰς ἀφθόνους παρεχομένη τοῖς βοσκήμασι. Ποταμοὶ τε πολλοὶ διαρρέοντες ἐν αὐτῇ πολλὴν ἀρδεύουσι χώραν, συνεργούντες πρὸς τελείαν αὐξήσιν τῶν καρπῶν. Διὸ καὶ τῆς Ἀραβίας ἡ πρωτεύουσα τῇ ἀρετῇ προσηγორίαν ἔλαβεν οἰκεῖαν, εὐδαίμων ὀνομασθεῖσα. Ταύτης δὲ κατὰ τὰς ἑσχάτιας τῆς παρωκεανίτιδος χώρας κατανηκυρὸ νῆσοι κεῖνται πλεῖους, ὧν τρεῖς εἰσὶν ἀξίαι τῆς ἱστορικῆς ἀναγραφῆς, μία μὲν ἡ προσπεχρευσωμένη 'Ιερὰ, καθ' ἣν οὐκ ἔξεστι τοὺς τετελευτηκότας θάπτειν, ἑτέρα δὲ πλησίον ταύτης, ἀπέχουσα σταδίους ἑπτά, εἰς ἣν κομίζουσι τὰ σώματα τῶν ἀποθανόντων ταφῆς ἀξίουντες. Ἡ δ' οὖν 'Ιερὰ τῶν μὲν ἄλλων καρπῶν ἠμοῖράς ἐστι, φέρει δὲ λιβανωτὸν τοσοῦτο πλήθος, ὥστε διαπαντός καθ' ὅλην τὴν οἰκουμένην πρὸς τὰς τῶν θεῶν τιμὰς ἔχει· δὲ καὶ σμύρνης πλήθος διάφορον καὶ τῶν ἄλλων θυμιαμάτων παντοδαπάς φύσεις, παρεχομένα πολλὴν εὐωδίαν. Ἡ δὲ φύσις ἐστὶ τοῦ λιβανωτοῦ καὶ ἡ κατασκευὴ τοιάδε· δένδρον ἐστὶ τῷ μὲν μεγέθει μικρόν, τῇ δὲ προσόψει τῇ ἄκανθῃ τῇ Αἰγυπτίᾳ τῇ λευχῇ παρεμφερές, τὰ δὲ φύλλα τοῦ δένδρου ὅμοια τῇ ὀνομαζομένῃ ἰτέᾳ, καὶ τὸ ἄνθος ἐπ' αὐτῷ φύεται χρυσοειδές, ὁ δὲ λιβανωτὸς γινόμενος ἐξ αὐτοῦ ὑπίεται ὡς ἂν δάκρουν. Τὸ δὲ τῆς σμύρνης δένδρον ὅμοιον ἐστὶ τῇ σχίνῳ, τὸ δὲ φύλλον ἔχει λεπτότερον καὶ πυκνότερον, ὑπίεται δὲ περισκαφείσης τῆς γῆς ἀπὸ τῶν ῥιζῶν, καὶ ὅσα μὲν αὐτῶν ἐν ἀγαθῇ γῇ πέφυκεν, ἐκ τούτων γίνεται τὸ τὸν ἔνιαυτοῦ, ἕαρὸς καὶ θέρους· καὶ ὁ μὲν πυρρὸς ἕαρινὸς ὑπάρχει διὰ τὰς δρόσους, ὁ δὲ λευκὸς θερινός ἐστι. Τοῦ δὲ παλίουροῦ συλλέγουσι τὸν καρπόν, καὶ χρωῦνται βρωτοῖς καὶ ποτοῖς καὶ πρὸς τὰς κοιλάς τὰς ῥεούσας φαρμάκῳ. Δηρήται δὲ τοῖς ἐγχωρίοις ἡ χώρα, καὶ ταύτης ὁ βασιλεὺς λαμβάνει τὴν κρατίστην, καὶ τῶν καρπῶν τῶν γινομένων ἐν τῇ νήσῳ δεκάτην λαμβάνει. Τὸ δὲ πλάτος τῆς νήσου φασιν εἶναι σταδίων ὡς διακοσίον. Κατοικοῦσι δὲ τὴν νῆσον οἱ καλούμενοι Παγχαῖοι, καὶ τὸν τε λιβανωτὸν καὶ τὴν σμύρναν κομίζουσιν εἰς τὸ πέρας καὶ πωλοῦσι τοῖς τῶν Ἀράδων ἐμπόροις, παρ' ὧν ἄλλοι τὰ τοιαῦτα φορτία ὑνούμενοι διακομίζουσιν εἰς τὴν Φοινίκην καὶ κοιλίαν Συρίας, ἐπὶ δὲ Αἰγύπτου. Τὸ δὲ τελευταῖον ἐκ τούτων τῶν τόπων ἐμποροὶ διακομίζουσιν εἰς πᾶσαν τὴν οἰκουμένην. Ἔστι δὲ καὶ ἄλλη νῆσος μεγάλη, τῆς προειρημένης ἀπέχουσα σταδίους τριάκοντα, εἰς τὸ πρὸς ἑὼ μέρος τοῦ ὠκεανοῦ κειμένη, τὴν μήκει πολλίαν τινων σταδίων· ἀπὸ γὰρ τοῦ πρὸς ἀνατολὰς ἀνάρχοντος ἀκρωτηρίου φασι θεωρεῖσθαι τὴν Ἰνδικὴν ἀέριον διὰ τὸ μέγεθος τοῦ διαστήματος. Ἔχει δὲ ἡ Παγχαλὰ καθ' αὐτὴν