Ancient Greek
543.1.14 to 543.1.28
Euhemerus, Fragmenta 543.1.14-28
Unproofread scanNot analysed yet
Ὁ δὲ ναὸς ὑπῆρχεν ἀξιόλογος ἐκ λίθου λευκοῦ, τὸ μὲχος ἔχων δυσὶν πλέθροις, τὸ δὲ πλάτος ἀνάλογον τῷ μήκει· κίονες δὲ μεγάλοι καὶ παχέες ὑπῆρτιστο καὶ γλυφαῖς φιλοτέχνοις διελημμένοι. Ἀγάλματα τε τῶν θεῶν ἀξιολογώτατα, τῇ τέχνῃ διάφορα καὶ τοῖς βάρεσι θαυμαζόμενα. Κῶλον δὲ τοῦ ναοῦ τὰς οἰκίας ἔχων οἱ θεραπεύοντες τοὺς θεοὺς ἱερεῖς, δι' ὧν ἀπαντα τὰ περὶ τὸ τέμενος διηγεῖτο. Ἀπὸ δὲ τοῦ ναοῦ δρόμος κατασκεύαστο, τὸ μὲν μήκος σταδίων τεττάρων, τὸ δὲ πλάτος πλείον. Παρὰ δὲ τὴν πλερὰν ἐκατέραν τοῦ δρόμου γαλεῖαι μεγάλας κείται, τὰς βάσεις ἔχουσι τετραγώνους· ἐπ' ἰσχάτῳ δὲ τοῦ δρόμου τὰς πηγὰς ἔχει λιβάνους ἐχχομένας ὁ προειρημένος ποταμός. Ἐστι δὲ τὸ φαιρόμενον ῥεῦμα τῇ λευκότητι καὶ γλυκότητι διαφέρον, πρὸς τε τὴν τοῦ σώματος ὑγιείαν πολλὰ συμβαλλόμενον τοῖς χρωμένοις· ὀνομάζεται δὲ ὁ ποταμὸς οὗτος Ἡλίου ὕδωρ. Περιέχει δὲ τὴν πηγὴν ὅλην κρηπὶς λιθίνη πολυτελής, διατείνουσα παρ' ἑκατέραν πλευρὰν σταδίους τέτταρας· ἄχρι δὲ τῆς ἰσχάτης κρηπίδος ὁ τόπος οὐκ ἔστι βέσιμος ἀνθρώπῳ πλὴν τῶν ἱερέων. Τὸ δ' ὑποκείμενον πεδίον ἐπὶ σταδίους δισκοσίους καθιερωμένον ἐστὶ τοῖς θεοῖς, καὶ τὰς ἐξ αὐτοῦ προσόδους εἰς τὰς θυσίας ἀναλίσκουσι. Μετὰ δὲ τὸ προειρημένον πεδίον ὄρος ἐστὶν ὑψηλόν, καθιερωμένον μὲν θεοῖς, ὀνομαζόμενον δὲ Οὐρανιοῦ δίφρος καὶ Τριφυλίας Ὀλυμπος. Μυθολογοῦσι γὰρ τὸ παλαιὸν Οὐρανὸν βασιλεύοντα τῆς οἰκουμένης προσήνως ἐνδιατρίβειν ἐν τῷδε τῷ τόπῳ, καὶ ἀπὸ τοῦ ὕψους ἐφορᾶν τόν τε οὐρανὸν καὶ τὰ κατ' αὐτὸν ἄστρα, ὕστερον δὲ Τριφυλίαν Ὀλυμπὸν κληθῆναι διὰ τὸ τοὺς κατοικοῦντας ἐκ τριῶν ἔθνων ὑπάρχειν ὀνομαζέσθαι γὰρ τοὺς μὲν Παγχάους, τοὺς δὲ Ἀκααννῖτας, τοὺς δὲ Δάφους, οὓς ὕστερον ὑπὸ Ἀμμυνος ἐκβληθῆναι· τὸν γὰρ Ἀμμύναν φασὶ μὴ μόνον φυγᾶδεῦσαι τοῦτο τὸ ἔθνος, ἀλλὰ καὶ τὰς πόλεις αὐτῶν ἀρᾶν ἀναλῦν, καὶ κατασκάφαι τὴν τε Δάφναν καὶ Ἀστερουσίαν.