Ancient Greek
545.1
Euhemerus, Fragmenta 545.1
Unproofread scanNot analysed yet
ΕΥΗΜΕΡΟΥ ΑΠΟΣΠΑΣΜΑΤΙΑ. 1. Ὁ Διόδωρος καὶ ἐν τῇ ἕκτη ἀπὸ τῆς Εὐημέρου τοῦ Μεσσηνίου γραφῆς ἐπιχειροῖ τὴν αὐτὴν θεολογίαν, ὡς κατὰ λέξιν φάσκων· «Περὶ θεῶν τοίνυν διττὰς οἱ παλαιοὶ τῶν ἀνθρώπων τοῖς μεταγενεστέροις διδώ-ασιν ἔννοιας· τοὺς μὲν γὰρ αἰδίους καὶ ἀφθάρτους εἶναι φασιν, οἷον ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα τὰ κατ’ οὐρανὸν ἄστρα, πρὸς δὲ τούτους ἀνέμους καὶ τοὺς ἄλ-λους τοὺς τῆς ὁμοίας φύσεως τούτοις τετευχότας (τού-των γὰρ ἕκαστον αἰδίον ἔχειν τὴν γένεσιν καὶ τὴν διαμονήν), ἕτερους δὲ λέγουσιν ἐπιγείους γενέσθαι θεούς, διὰ δὲ τὰς εἰς ἀνθρώπους εὐεργεσίας ἀθανάτου τετευχότας τιμῆς καὶ δόξης, οἷον Ἡρακλέα, Διόνυ-σον, Ἀρισταῖον καὶ τοὺς ἄλλους τοὺς τοιούτους ὁμοίως. Περὶ δὲ τῶν ἐπιγείων θεῶν πολλοὶ καὶ ποιη-λοὶ παραδίδονται λόγοι παρὰ τοῖς ἱστορικοῖς τε καὶ μυθογράφοις· καὶ τῶν μὲν ἱστορικῶν Εὐήμερος ὁ τὴν ἱερὰν ἀναγραφὴν ποιησάμενος ἴδιως ἀνέγραψε, τῶν δὲ μυθολόγων Ὅμηρος καὶ Ἡσίοδος καὶ Ὀρφεὺς καὶ ἕτεροί τισοῦτοι τερατωδεστέρους μύθους περὶ θεῶν πεπλάκασιν. Ἡμεῖς δὲ τὰ παρ’ ἀμφοτέροις ἀναγεγραμ-μένα πειρασόμεθα συντόμως ἐπιδοραμεῖν, στοχάζομε-νοι τῆς συμμετρίας. Εὐήμερος μὲν οὖν, φίλος γεγονὼς Κασιάνδρου βασιλέως καὶ διὰ τοῦτον ἠναγκασμένος τελεῖν βασιλικὰς τινὰς χρείας καὶ μεγάλας ἀποδημίας,