Ancient Greek · ~1 min
1 to 2
EUMACHUS NEAPOLITANUS, Fragmenta 1-2
Not analysed yet
Εὔμαχος δ ̓ ὁ Νεαπολίτης ἐν τῇ δευτέρᾳ τῶν Περὶ Ἀννίβαν ἱστοριῶν Ἱερώνυμόν φησι τὸν τυραννήσαντα Συρακοσίων ἀγαγέσθαι γυναῖκα τῶν ἐπ ̓ οἰκήματος προεστηκυιῶν, Πειθὼ ὄνομα, καὶ ἀποδεῖξαι βασιλίδα. Εὔμαχος δέ φησιν ἐν Περιηγήσει, Καρχηδονίους περιταφρεύοντας τὴν ἰδίαν ἐπαρχίαν εὑρεῖν ὀρύσσοντας δύο σκελετοὺς ἐν σοροῖς κειμένους, ὧν τοῦ μὲν εἰκοσιτέσσαρας εἶναι πήχεις τὴν σύνθεσιν, τοῦ δὲ ἑτέρου εἰκοσιτρεῖς.