Ancient Greek
Fragment 3
Eumelus Epic., Fragmenta epica 3
Not analysed yet
ἀλλ' ὅτε δ' Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο
Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ' ἄνδιχα χώρην
δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός.
ἣν μὲν ἔχ' Ἀσωπός, ταύτην πόρε δίωι Ἀλωεῖ·
ἣν δ' Ἐφύρη κτεάτισσ', Αἰήτηι δῶκεν ἅπασαν.
Αἰήτης δ' ἄρ' ἑκὼν Βούνωι παρέδωκε φυλάσσειν,
εἰσόκεν αὐτὸς ἵκοιτ' ἢ ἐξ αὐτοῖό τις ἄλλος,
ἢ πάις ἢ υἱωνός· ὃ δ' ἵκετο Κολχίδα γαῖαν.