Ancient Greek · ~1 min
Chapter 15
Eunapius, Vitae Sophistarum 15
Not analysed yet
τῶν δὲ μετὰ ταῦτα βασιλέων καὶ τῶν ἀξιωμάτων τὸ μέγιστον αὐτῷ προσθέντων, τὸν γὰρ τῆς αὐλῆς ἔπαρχον μέχρι προσηγορίας ἔχειν ἐκέλευον, οὐκ ἀπεδέξατο φήσας τὸν σοφιστὴν εἷναι μείζονα. καὶ τοῦτό ἐστιν οὐκ ὀλίγος ἔπαινος, ὅτι δόξης ἐλάττων ἀνὴρ μόνης ἥττητο τῆς περὶ τοὺς λόγους, τὴν δὲ ἄλλην δημώδη καὶ βάναυσον ὑπε- λάμβανεν.